Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(13) Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδαρικὸν καλούμενον,
ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξανθὰν Ἀθάναν(Pind. 34) ―
σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς(Pind 216).
(14) Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμβανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύτερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γίνεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρότερον
σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλεγεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἷον (Callim. 488)Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοιτὸ μὲν δεύτερον διπλασιασθὲν ποιεῖ ἐλεγεῖον, τὸ δὲ πρότερον οὔ· ὥστε αὐτὸ ποτὲ μὲν τεσσαρεσκαιδεκασύλλαβον γίνεσθαι, ποτὲ δὲ τρισκαιδεκασύλλαβον, ποτὲ δὲ δωδεκασύλλαβον.
(15) Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα (Call. 489)
παίσατε, τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.ὁμοίως δὲ τοῦ δωδεκασυλλάβου ἕν (Call. 490) τίκτεσθαι· βροντᾶν δ’ οὐκ ἐμόν, ἀλλὰ Διός. τοῦ δὲ τρισκαιδεκασυλλάβου δύο σχήματα· ποτὲ μὲν πρῶτος ὁ δάκτυλος (Call. 488)
Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι.ποτὲ δὲ δεύτερος (Call. 491)
ῥέζειν, καὶ στεφέων εὔαδε τῷ Παρίῳ.
Δεῖ δὲ τὸ ἐλεγεῖον τέμνεσθαι πάντως καθ’ ἕτερον τῶν πενθημιμερῶν· εἰ δὲ μή, ἔσται πεπλημμελημένον, οἷον τὸ Καλλιμάχου (192) ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή.
(16) Ἄλλο ἀσυνάρτητον [ὁμοίως] κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου
καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷόν ἐστι τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις (120)Δήμητρος ἁγνῆς καὶ Κόρης τὴν πανήγυριν σέβων.
(17) Ἄλλο τούτου ἔλαττον παρὰ τὴν τελευταίαν συλλαβὴν τὸ καλούμενον Εὐριπίδειον τεσσαρεσκαιδεκασύλλαβον, οἷον παρὰ μὲν αὐτῷ Εὐριπίδῃ (fr. 929) Ἕῷος ἡνίχ’ ἱππότας ἐξέλαμψεν ἀστήρ· παρὰ δὲ Καλλιμάχῳ (116)
ἔνεστ’ Ἀπόλλων τῷ χορῷ· τῆς λύρης ἀκούω· καὶ τῶν Ἐρώτων ᾐσθόμην· ἔστι κἀφροδίτη.