Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[[φαντασίας οὖν . . . γέρων γέρων.]] Vide post § 12.

[[μεταβαλλόμενα δὲ . . . ἐνέργημα εἶναι.]] Vide ante § 11.

ἐγὼ [ὦ τέκνον] καὶ τῆς φιλανθρωπίας ἕνεκα καὶ τῆς πρὸς τὸν θεὸν εὐσεβείας ⎡πρῶτον τόδε συγγράφω⎤. οὐδεμία γὰρ ἂν ⎡γένοιτο δικαιοτιάτη εὐσέβεια [ἢ] τοῦ νοῆσαι τὰ ὄντα καὶ χάριν τῷ ποιήσαντι ὑπὲρ τούτων ὁμολογῆσαι· ὅπερ διατελῶν οὐ παύσομαι.

Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον;—ΕὐσεβῶΝ, ὦ τέκνον. ὁ δὲ εὐσεβ⟨εῖν ζητ⟩ῶν [ἄκρως] φιλοσοφήσει. χωρὶς γὰρ φιλοσοφίας [[ἄκρως]] εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷά ἐστι ⟨τὰ ὄντα⟩, καὶ πῶς διατέτακται, καὶ ὑπὸ τίνος, καὶ ἕνεκεν τίνος, χάριν εἴcεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει.

ὁ δὲ ⟨⟨ἄκρως⟩⟩ φιλοσοφῶν ⟨μαθ⟩Ήσεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη· καὶ μαθών, ἔτι μᾶλλον εὐσεβέστερος ἔσται, ⟨⟨καὶ οὐκέτι ἀποστῆναι δυν⟨ήσ⟩εται τοῦ ἀγαθοῦ.⟩⟩ οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ [ἐν σώματι οὖσα καὶ] κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἐρῶτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα. [[καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ.]]

το⟨ῦ⟩το, ⟨ὦ⟩ τέκνον, τοῦτο εὐσεβείας ἐστὶ τέλος· ἐφ᾽ ὃ ἀφικ[ν]ό[υ]μενος καὶ καλῶς βιώσῃ, καὶ εὐδαιμόνως τεθνήξῃ, τῆς ψυχῆς σου μὴ ἀγνοούσης ποῦ αὐτὴν δεῖ ἀναπτῆναι.

⟨...⟩ αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, [ἡ] πρὸς ἀλήθειαν ὁδός· ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν, καὶ ὁδεύσαντες

ἔτυχον τοῦ ἀγαθοῦ. σεμνὴ αὕτη ὁδὸς καὶ ⎡λεία⎤, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ. πρῶτον [μὲν] γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ, καὶ [δια]στάσιν μεγάλην ποιῆσαι, καὶ ὑπὸ τοῦ ἑνὸς μέρους ⟨τὰ⟩ πλέω νικηθῆναι. ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ [συ]στάσις, τοῦ μὲν ⟨ἄνω⟩ ϲΠεύΔοντος, τῶν δὲ καθελκόντων κάτω· καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται [τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων].

ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ. κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμένηκεν ⟨ἑφ᾽⟩ ἑαυτῶ⟨ν⟩ Ἠρεμα⟨ῖα⟩ καὶ τοῦ ἄρχοντος ⟨ὑπήκοα⟩· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγεται καὶ φέρεται, τιμωρούμενοΝ τῇ ἐνθάδε διαίτῃ.

οὗτός ἐστιν [ὦ τέκνον] ὁ ⟨περὶ⟩ τῆς ἐκεῖσε ὁδοῦ ἀγώΝ[ος]· δεῖ γάρ σε, ὦ τέκνον, πρῶτον [τὸ σῶμα [πρὸ τοῦ τέλους] ἐγκαταλεῖψαι, καὶ] νικῆσαι ⎡τὸν ἐναγώνιον βίον⎤, καὶ νικήσαντα, οὕτως ἀνελθεῖν.

[[ἐνέργειαι γάρ, ὦ Τάτ, ἀσώματοι αὐταὶ οὖσαι, ἐν σώμασίν εἰσι, καὶ διὰ τῶν σωμάτων ἐνεργοῦσι. διόπερ, ὦ Τάτ, καθότι ἀσώματοί εἰσι, καὶ ἀθανάτους αὐτὰς φὴς εἶναι· καθότι δὲ χωρὶς σωμάτων ἐνεργεῖν οὐ δύνανται, φημὶ αὐτὰς εἶναι ἀεὶ ἐν σώματι.]]

[τὰ γὰρ πρός τι ἢ ἕνεκά τινος γενόμενα προνοίᾳ καὶ ἀνάγκῃ ὑποπεπτωκότα.]

[ἀδύνατον ἀργά ποτε μεῖναι τῆς ἰδίας ἐνεργείας. τὸ γὰρ ὂν ἀεὶ ἔσται. τοῦτο γὰρ αὐτοῦ καὶ σῶμα καὶ ζωή ἐστι.]

[[τούτῳ τῷ λόγῳ ἕπεται τὸ καὶ ἀεὶ τὰ σώματα εἶναι. διὸ καὶ αὐτὴν τὴν σωμάτωσίν φημι ἀιδίαν ἐνέργειαν εἶναι. εἰς γὰρ σώματα ἐπίγεια διαλυτά, σώματα δὲ δεῖ εἶναι, τόπους καὶ ὄργανα τῶν ἐνεργειῶν ταῦτα, αἱ δὲ ἐνέργειαι ἀθάνατοι, τὸ δὲ ἀθάνατον ἀεὶ ἔστιν, ἐνέργεια καὶ ἡ σωματοποίησις, εἴ γε ἀεὶ ἔστι.]]

[[παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὰ ἄλογα οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡσυχίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι.]]

[[αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἠρτημέναι. καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἔρχονται εἰς τὰ θνητὰ αὗται αἱ σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα ἢ τὴν ψυχήν. καὶ αὐτῇ μέντοι τῇ ψυχῇ σνγγίγνονται χωρὶς σώματος· ἀεὶ δὲ ἐνέργειαί εἰσιν, οὐκ ἀεὶ δὲ ἡ ψυχὴ ἐν σώματι θνητῷ ἐστι· δύναται γὰρ χωρὶς τοῦ σώματος εἶναι· αἱ δὲ ἐνέργειαι χωρὶς τῶν σωμάτων οὐ δύνανται εἶναι.]]

ἱερὸς λόγος [ἐστὶν [[ὦ τέκνον]] οὗτος].

Συνεστάναι μέν, ⟨⟨ὦ τέκνον,⟩⟩ σῶμα χωρὶς ψυχῆς οὐ δύναται, τὸ δὲ ⟨ἐνεργ⟩εῖϲθαι δυνατόΝ.—Πῶς τοῦτο λέγεις, ὦ πάτερ;—Οὕτω νόησον, ὦ Τάτ. τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος, ἐπιμένει αὐτὸ τὸ σῶμα. τοῦτο δὲ τὸ σῶμα παρὰ τὸν τῆς ἐπιμονῆς χρόνον ἐνεργεῖται, διαλυόμενον καὶ ἀειδὲς γιγνόμενον. ταῦτα δὲ οὐ δύναται πάσχειν τὸ σῶμα χωρὶς ἐνεργείας. ἐπιμένει οὖν ⟨ἐν⟩ τῷ σώματι ἡ ἐνέργεια, [αυ]τῆ⟨ς⟩ ψυχῆς χωρισθείσης.

αὕτη οὖν ἡ διαφορὰ ἀθανάτου σώματος καὶ θνητοῦ, ὅτι τὸ μὲν ἀθάνατον ἐκ μιᾶς ὕλης συνέστηκε, τὸ δὲ οὔ· καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ⟨καὶ τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται·⟩ πᾶν γὰρ τὸ ἐνεργοῦν

κρατεῖ, τὸ δὲ ἐνεργούμενον κρατεῖται. καὶ τὸ μὲν κρατοῦν, [ἐπιτακτικὸν καὶ] ἐλεύθερον ⟨ὄν⟩, ἄγει, τὸ δὲ ⟨κρατούμενον⟩, δοῦλον ⟨ὄν⟩, φέρεται.

⟨κ⟩αὶ μῊν ⟨αἱ⟩ ἐνέργειαι οὐ μόνον τὰ ἔμψυχα ἐνεργοῦσι σώματα, ⟨⟨ἀλλ⟨ὰ⟩⟩⟩ καὶ τὰ ἄψυχα, ⟨τὰ⟩ ξύλα καὶ τοὺς λίθους καὶ τὰ [[ἄλλ’]] ὅμοια, αὔξουσαί τε [καὶ καρποφοροῦσαι] καὶ πεπαίνουσαι, καὶ φθείρουσαι καὶ τήκουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι, καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, αὐτὸ τοῦτο, ⟨τὸ δι᾽ οὗ γίγνεται⟩ ὅ τί ποτέ ἐστι τὸ γιγνόμενον.

ἀεὶ δὲ γίγνεσθαι δεῖ [καὶ] πολλά, μᾶλλον δὲ πάντα. οὐδέποτε γὰρ χηρεύει τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος, ⟨ἀεὶ⟩ ἐν ἑαυτῷ κυίσκει τὰ ὄντα [οὐδέποτε ἀπολειφθησόμενα αὐτοῦ τῆς φ[θ]ορᾶς]. * * * * *

πᾶσα οὖν ἐνέργεια νοείσθω ὡς [ἀεὶ] ἀϲάΜατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἱῳδήποτε σώματι.