Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

VIII. Οὐ γὰρ μόνον ὀνόματι ψιλῷ ἅγιος ἅγιός ἐστιν, ἀλλ’ ἐν παντὶ ἅγιός ἐστιν τῷ σώματι καὶ τῷ πνεύματι.

ἅτινά εἰσιν πορνεία, ἀκαθαρσία, 〈ἀσέλγεια〉, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, διχοστασίαι, φθόνοι, φόνοι, μέθαι, κῶμοι, εὐτραπελία, μωρολογία, γέλως, ἀφροσύνη, σκώμματα, ψιθυρισμοί, πικρία, ὀργή,

κραυγή, βλασφημίαι, φλυαρίαι, κακίαι, ἐφευρήσεις κακῶν, ἐπιορκίαι, πολυλογίαι, πλοκολογίαι, βαττολογίαι, μοχθισμοί, βαναυ σίαι, διαπαρατριβαί, προσκλήσεις, βλακεῖαι,

3. τύφος, φυσίωσις γένους, μορφῆς, χώρας, πλούτου, ἀνδρείας σαρκίνης, λόγου, ἐριθεία μετὰ φιλονεικίας, μῖσος, μνησικακία, ὀξυχολία, μῆνις, δόλος, ἀνταπόδοσις, γαστριμαργία, ἀπληστία, πλεονεξία ἥτις ἐστὶν εἰδωλολατρεία, φιλαργυρία ἡ ῥίζα πάντων τῶν κακῶν, φιλοκοσμία, κενοδοξία, φιλαρχία, αὐθάδεια, θράσος, ἀλαζονεία ἢ καλεῖται λοιμότης, ὑπερηφανία ᾖ ὁ θεὸς ἀντιτάσσεται.

4. ταῦτα καὶ τὰ τούτοις ὅμοια ὅστις ἔχει ἐν ἑαυτῷ, σαρκικός ἐστι καὶ υἱὸς τοῦ ἐναντίου. τὸ γὰρ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ ὁ ἐκ τῆς γῆς ὢν τὰ τῆς γῆς λαλεῖ, τὰ τῆς γῆς ἔργα φρονῶν. τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται,

οὐδὲ γὰρ δύναται. καὶ ἐν τῷ τοιούτῳ οὐκ οἰκεῖ τὸ πνεῦμα τοῦ θεοῦ·

5. οὐ μὴ γὰρ καταμείνῃ, φησίν, τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. εἴ τις τοίνυν πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.