Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

4. Παῦλος καὶ Βαρνάβας καὶ Τιμόθεος τὸν δρόμον τῆς ἁγνείας καὶ τὸν ἀγῶνα ἀσπίλως ἐτέλεσαν, ὡς ἀληθῶς μιμηταὶ τοῦ Χριστοῦ.

5. ἀλλὰ καὶ Ἡλιοῦ καὶ Ἐλισσαίου καὶ ἄλλων πολλῶν τὸν βίον τοιοῦτον εὑρήσεις ἁγνὸν καὶ ἄμωμον. εἰ οὖν τούτους θέλεις μιμήσασθαι, δυνατῶς μιμοῦ πρε σβυτέρους, ὧν ἀναθεωροῦντες, φησίν, τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε καὶ τὴν πίστιν. καὶ τό· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

VII. Οἱ τοῦ Χριστοῦ μιμη ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώσασθαι

τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρατείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν.

ἡ γὰρ ὄντως εὐνουχία καὶ ἡ ὄντως παρθενία ἐν κυρίῳ ἁγία ἐστὶν τῷ σώματι καὶ τῷ πνεύματι, ἀπερισπάστως καὶ εὐπαρέδρως τῷ κυρίῳ λατρεύουσα ἐν πνεύματι θεοῦ, καθαρῶς καὶ ἀμιάντως ἀρέσκουσα τῷ κυρίῳ καὶ ἀεὶ μεριμνῶσα, πῶς ἀρέσει αὐτῷ.

3. Καὶ ἐν πνεύματί ἐστιν πρὸς τὸν κύριον, καθὼς γέγραπται· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι, λέγει κύριος.