Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Οὗτοι τῷ ἐνταῦθα ἐπιδημήσαντι Ζακχαίῳ συντυχόντες, καὶ τοῦ τῆς ἀληθείας δι᾽ αὐτοῦ μεταλαβόντες λόγου, ἐπὶ τοῖς πρώτοις νεωτερισμοῖς μεταμεληθέντες, ταχέως τοῦ Σίμωνος καταγνόντες, πάντα αὐτῷ συνειδότες, ἅμα τῷ ἐπιδημῆσαί με ἐνταῦθα, μετὰ τῆς ἀναθρεψαμένης αὐτοὺς προσελθόντες μοι, ὑπ᾽ αὐτοῦ συσταθέντες μοι, καὶ ἔκτοτε πάντοτε σύνεισίν μοι, τῶν τῆς ἀληθείας ἀπολαύοντες

μαθημάτων. ταῦτα εἰπὼν ὁ Πέτρος, μεταπεμψάμενος, ἐκέλευσεν αὐτοῖς πάντα μοι κατὰ τὸν Σίμωνα ἀκριβῶς ἐκτίθεσθαι. οἱ δὲ τὸν Θεὸν μαρτυράμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο.

Ὡς πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως. ἄκουσον, ὦ φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει, καὶ πῶς καὶ διὰ τί. Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ γένος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ· ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεί, καὶ αἰτίαν φθορᾶς, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε Θεόν, τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὔτε νεκροὺς ἐγηγέρθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ. οὐ γὰρ ἂν ὑπὸ Θεοῦ κριθήσεσθαι πεπεισμένος, μέχρι αὐτοῦ τοῦ Θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες, ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπ᾽ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγομένην ἔσεσθαι, ὡς πιστῶς πιστεύοντες ἀπόλλυνται.

Τὸ δὲ παρεισελθεῖν αὐτὸν τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος· καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἆρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην.

Ἀποδημοῦντος γὰρ αὐτοῦ εἰς Αἴγυπτον ἐπὶ τὴν τῆς μαγείας ἐπάσκησιν, τοῦ Ἰωάννου ἀναιρεθέντος, Δωσίθεός τε τῆς ἀρχῆς ὀρεγόμενος, θάνατον αὐτοῦ ψευδῆ καταγγείλας, διαδέχεται τὴν αἵρεσιν. ὁ δὲ Σίμων μετ᾽ οὐ πολὺ ἐπελθὼν καὶ τοῦ τόπου ὡς ἰδίου μεγάλως ἀντεχόμενος, τῷ Δωσιθέῳ συντυχὼν τὸν μὲν τόπον οὐκ ἀπῄτει, εἰδὼς ὅτι ὁ φθάσας τῆς ἀρχῆς παρὰ προαίρεσιν οὐ καθαιρεῖται. διὸ μετὰ προσποιητοῦ φιλίας ἐπ᾽ ὀλίγον μὲν εἰς τὸν δεύτερον τοῦ Δωσιθέου τόπον δίδωσιν ἑαυτόν. ταγεὶς δὲ μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς τριάκοντα συμμαθηταῖς, ὑποδιαβάλλειν ἤρξατο τὸν Δωσίθεον, ὡς μὴ παραδιδόντα γνησίως τὰ μαθήματα. καὶ τοῦτο ποιεῖν ἔλεγεν αὐτὸν οὐχ ὡς φθονοῦντα, ἀλλ᾽ ἀγνοοῦντα. καί ποτε ὁ Δωσίθεος, ὑπαισθόμενος τὴν τοῦ Σίμωνος ἔντεχνον διαβολὴν, λύουσαν αὐτοῦ τὴν πρὸς τοὺς πολλοὺς ὑπόνοιαν, τοῦ μὴ αὐτὸν εἶναι νομίζειν τὸν ἑστῶτα, θυμῷ ἐπὶ τὴν συνήθη παραγενόμενος διατριβὴν ῥάβδῳ παίει εὑρὼν τὸν Σίμωνα, ἡ δὲ ὥσπερ καπνοῦ τοῦ Σίμωνος διελθεῖν ἔδοξε σῶμα. ἐπὶ τούτῳ καταπλαγεὶς ὁ Δωσίθεος λέγει αὐτῷ, εἰ σὺ εἶ ὁ ἑστώς, καὶ προσκυνῶ σε. τοῦ Σίμωνος εἰπόντος, ἐγὼ εἰμί, ὁ Δωσίθεος ἑαυτὸν γνοὺς οὐκ ὄντα τὸν ἑστῶτα, πεσὼν προσεκύνησεν, καὶ τοῖς εἰκοσιεννέα ἐξάρχοις συγκαταβαλὼν ἑαυτὸν εἰς τὸν ἑαυτοῦ τῆς ὑπονοίας τόπον ἔστησε τὸν Σίμωνα, καὶ οὕτως μετ᾽ οὐ πολλὰς ἡμέρας ὁ Δωσίθεος, ἐκείνου στάντος, αὐτὸς πεσὼν ἐτελεύτησεν.

Ὁ δὲ Σίμων τὴν Ἑλένην παραλαβὼν περιέρχεται, καὶ μέχρι τοῦ δεῦρο, ὡς ὁρᾷς, ἀναστατεῖ τοὺς ὄχλους. αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνοχέναι λέγει τῷ κόσμῳ, κυρίαν οὖσαν, ὡς παμμήτορα οὐσίαν καὶ σοφίαν, ἧς ἕνεκεν, φησίν, Ἑλληνές τε καὶ βάρβαροι ἐμαχέσαντο, εἰκόνα φαντασθέντες ἀληθείας, ἡ γὰρ ὄντως οὖσα τότε παρὰ τῷ πρωτίστῳ ὑπῆρχεν Θεῷ. πλὴν τοιαῦτά τινα ἑλληνικοῖς μύθοις συμπεπλασμένα πιθανῶς ἀλληγορῶν ἀπατᾷ πολλούς, ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ᾔδειμεν ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. ἀλλ᾽ ἐπειδὴ συνεργοὶ αὐτοῦ ἦμεν τὸ καταρχὰς, ὅτε τὰ τοιαῦτα ποιῶν τὸ τῆς θεοσεβείας οὐκ ἠδίκει μέρος, νῦν ὅτε πολυμανὴς τοὺς ἐν θεοσεβείᾳ ἀπατῶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν αὐτοῦ.

Καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος

φίλοις ἐξέφηνεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν δὲ παῖδα διαγράψας ἐπ᾽ εἰκόνος, ἐνδοτέρῳ οἴκῳ ὅπου αὐτὸς ὑπνοῖ ἀνατεθειμένην ἔχει, φάσκων, ποτὲ τοῦτον ἐξ ἀέρος πλάσας θείαις τροπαῖς καὶ τὸ εἶδος ἀναγράψας ἀποδεδωκέναι λέγει πάλιν τῷ ἀέρι. τὴν δὲ πρᾶξιν ἐρμηνεύει οὕτως πεποιηκέναι. πρῶτον τοῦ ἀνθρώπου πνεῦμα λέγει τραπὲν εἰς θερμοῦ φύσιν τὸν περικείμενον αὐτῷ σικύας δίκην ἐπισπασάμενον συμπιεῖν ἀέρα, εἶτα ἔνδοθεν τῆς τοῦ πνεύματος εἰδέας γενόμενον αὐτὸν τρέψαι εἰς ὕδωρ. ὑπὸ δὲ συνεχείας τοῦ πνεύματος χυθῆναι μὴ δυνάμενον, εἰς αἵματος φύσιν μετατρέπειν ἔφασκεν τὸν ἐν αὐτῷ ἀέρα, τὸ δὲ αἶμα πῆξαν τὰς σάρκας ποιῆσαι· εἶθ’ οὕτως τῆς σαρκὸς παγείσης ἄνθρωπον οὐκ ἀπὸ γῆς, ἀλλ᾽ ἐξ ἀέρος ἀναδεῖξαι. καὶ οὕτως ἑαυτὸν πείσας καινὸν ἄνθρωπον δύνασθαι ποιῆσαι, τὰς τροπὰς ἀναλύων πάλιν ἀποδεδωκέναι ἔλεγεν τῷ ἀέρι. καὶ ταῦτα μὲν ἄλλοις λέγων ἐπιστεύετο, ὑφ᾽ ἡμῶν δὲ τῶν ἐπὶ τελετῇ συμπαρόντων εὐσεβῶς ἠπιστεῖτο. διὸ ἀσεβείας καταγνόντες ἀπέστημεν ἀπ᾽ αὐτοῦ.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη· Ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμης, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ Θεὸς ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβές, ἀλλ᾽ ὅτι αὐτοῦ πράσσοντος ἱστορήκαμεν· καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, καὶ ἐτερπόμεθα, ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θεότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκ ἔτι αὐτοῦ ἠνεσχόμεθα καίτοι πολλὰ ἐπαγγελλομένου ἡμῖν, πρῶτον μὲν ναῶν ἀνδριάντας ἡμῶν καταξιωθῆναι καὶ θεοὺς νομισθῆναι καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι.

Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ, καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν, λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι στέργοντές τε τὰ συμφέροντα συμβουλεύομεν· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι: φοβήθητι τὸν ὄντως Θεόν,

γνῶθι ὅτι ἄνθρωπος εἶ καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἄν μέγα πλουτῇς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σου μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα, αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν Θεὸν συμβουλεύομεν, ὑφ᾽ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἕπραξεν ἐνταῦθα.

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων, τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾶς; ἔφη, γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν τοῦ ἀνθρώπου ψυχήν. κᾀγὼ ἔφην, οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἀπατᾶν ἡμᾶς ἐπιχειρεῖς, ἀλλ᾽ ἐκπεπλήγμεθα τίνι λόγῳ καὶ ἑαυτὸν ἀπατᾷς· λέγε μοι ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ᾽ οὖν γε σὺ καὶ ἡμεῖς, σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας, ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγήν ἀκούσαντες καὶ τὸ κελευσθὲν ἐναργῶς ἱστορήσαντες. Σίμων ἔφη, ἐγὼ μὲν οἶδα τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε περὶ τίνων διαλέγεσθε. καὶ ὁ Νικήτης ἔφη, ἐπεὶ οἶδας, λέγε, εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μή, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἐν ἡμῖν ὑποψίαν τοῦ νομίζειν σού τι τῶν ἀποῤῥήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας, ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ὁ Νικήτης ἔφη, πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχή, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ᾽ ἡμῶν ποτε, διὰ τί ἐνίοτε καὶ παύονται αἱ παρεδρίαι, ἔφης ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὅν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων

αἱ ψυχαί, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

Ταῦτα του Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη· κόλασιν γὰρ παρακέσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰοῦν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὡς ἄν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας φῇς, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ᾽ οἶς ἔδρασας, ἐπεὶ μήπω κρίσις ἐστίν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα σιωπῶμεν.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τίνα ἄρα ἐστὶν ἅ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν , καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται· καὶ ἐκ λίθων ἄρτους ποιεῖ· ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν εἰδεῶν παρίστησιν· τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ πολλοὶ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

Τούτων οὕτως ῥηθέντων ὁ καλὸς Πέτρος καὶ αὐτὸς τοῦ λέγειν ἤρξατο· συνορᾶν ὑμᾶς δεῖ, ἀδελφοί, τοῦ τῆς συζυγίας κανόνος τὴν ἀλήθειαν , οὑ μὴ ἀφιστάμενός τις οὐκ ἔχει πλανηθῆναι. ἐπεὶ γάρ, ὡς ἔφαμεν, δυϊκῶς καὶ ἐναντίως πάντα ἔχοντα ὁρῶμεν, καὶ ὡς πρώτη νύξ, εἶτα ἡμέρα, καὶ πρῶτον ἄγνοια, εἶτα γνῶσις, πρῶτον νόσος, εἶτα ἴασις, οὕτως πρῶτα τὰ τῆς πλάνης τῷ βίῳ ἔρχεται, εἶθ’ οὕτως τὸ ἀληθὲς ἐπέρχεται, ὡς τῇ νόσῳ ὁ ἰατρός. αὐτίκα γοῦν τοῦ θεοφιλοῦς ἡμῶν ἔθνους ἀπὸ τῆς τῶν Αἰγυπτίων κακουχίας μέλλοντος λυτροῦσθαι, πρῶτον διὰ τῆς ὀφιωθείσης ῥάβδου, ἥτις τῷ Ἀαρὼν ἐδόθη, αἱ νόσοι ἐγίνοντο, καὶ εἶθ᾽ οὕτως εὐχαῖς Μωυσέως αἱ ἰάσεις ἐπεφέροντο. καὶ νῦν δὲ τῶν ἐθνῶν μελλόντων ἀπὸ τῆς μετὰ τὰ εἴδωλα

λυτροῦσθαι θρησκείας, ἡ κακία πάλιν, ὡς αὐτὴ βασιλεύουσα, προλαβοῦσα πρῶτον τὸν ἑαυτῆς ὥσπερ ὄφιν ἔπεμψε σύμμαχον, ὅν ὁρᾶτου Σίμωνα, ποιοῦντα θαυμάσια πρὸς κατάπληξιν καὶ ἀπάτην, οὐ σημεῖα ἰατικὰ πρὸς ἐπιστροφὴν καὶ σωτηρίαν. διὸ καὶ ὑμᾶς ἀπὸ τῶν γινομένων τεράτων τοὺς ποιοῦντας νοεῖν δεῖ, τίς τίνος ἐστὶν ἐργάτης. ἐὰν ἀνωφελῆ ποιῇ τέρατα, κακίας ἐστὶν ὑπουργός· ἐὰν δὲ ἐπωφελῆ πράττῃ, τοῦ ἀγαθοῦ ἐστιν ἡγεμών.

Τὰ μὲν οὖν ἀνωφελῆ ἐστιν σημεῖα, ὅσα αὐτοὶ Σίμωνα εἰρήκατε πεποιηκέναι. λέγω δὲ τὸ ἀνδριάντας αὐτὸν ποιεῖν περιπατεῖν, καὶ τὸ ἐπ᾽ ἀνθράκων αὐτὸν πεπυρωμένων κυλίεσθαι, καὶ δράκοντα γίνεσθαι, εἰς αἶγα μεταμορφωθῆναι, εἰς ἀέρα πτῆναι, καὶ ὅσα τοιαῦτά τινα, εἰς ἴασιν ἀνθρώπων μὴ γινόμενα, πρὸς ἀπατᾶν φύσιν ἔχει πολλούς. τὰ δὲ τῆς οἰκτίρμονος ἀληθείας σημεῖά ἐστιν φιλάνθρωπα, ἅ τινα ἠκούσατε τὸν κύριον πεποιηκότα, κᾀμὲ μετ᾽ ἐκεῖνον εὐχαῖς κατορθοῦντα· ὧν οἱ πλεῖστοι παρεστήκατε, οἱ μὲν νόσων παντοίων ἀπαλλαγέντες, οἱ δὲ δαιμόνων, οἱ δὲ ὀρθωθέντες χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀπολαβόντες, οἱ δὲ τὰς ἀκοὰς καὶ ἄλλα ὅσα ἄνθρωπος ποιεῖν δύναται, φιλανθρώπου πνεύματος γενόμενος.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὑπὸ τὸν ὄρθρον ἐπεισιὼν ἡμῖν Ζακχαῖος προσαγορεύσας ἔφη Πέτρῳ· ἀνατίθεται Σίμων τὴν ζήτησιν εἰς τὴν αὔριον ἡμέραν ἡ γὰρ σήμερον τὸ δι᾽ ἕνδεκα ἡμερῶν αὐτοῦ τυγχάνει σάββατον. καὶ πρὸς τοῦτον ὁ Πέτρος ἀπεκρίνατο· λέγε Σίμωνι· ἐπεὶ τελείως θέλεις, μετὰ τοῦ γινώσκειν, ὅτι σοι ἡμεῖς, ὅτε βούλει, θεοφιλεῖ προνοίᾳ ἀπαντᾶν ἑτοίμως ἔχομεν. καὶ ὁ μὲν Ζακχαῖος ταῦτα ἀκούσας ἀντιβάλλειν ἐξῄει τὴν ἀπόκρισιν.

Ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ᾽ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν, ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς, ἔφη· ἀγαθῇ Θεοῦ προνοίᾳ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσι πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει· ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προςπίπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω· ἴσως γὰρ ἐκ τῆς τοῦ

Θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν.

Τῶν ἡμετέρων τινὲς ἑταῖροι τῷ Σίμωνι προσποιητῶς σύνεισιν, ὡς πεισθέντες τῇ ἀθεωτάτῃ αὐτοῦ πλάνῃ, ὅπως μανθάνοντες αὐτοῦ τὰς βουλὰς ἐκφαίνωσιν ἡμῖν, πρὸς τὸ δύνασθαι δεινῷ ἀνδρὶ οἰκείως συναρμόσασθαι. καὶ νῦν παρ᾽ αὐτῶν ἔμαθον, ἧς μέλλει ζητήσεως ποιεῖσθαι τοὺς λόγους· καὶ γνοὺς ἐπὶ τούτῳ τῷ μὲν Θεῷ ἠυχαρίστησα, σὲ δὲ ἐμακάρισα ἐπὶ τῇ τῆς ζητήσεως ὑπερθέσει· τῶν γὰρ μελλόντων λόγων ὑπ᾽ αὐτοῦ πρὸς διάκρισιν τῶν ἀγνοούντων λέγεσθαι σὺ πρὸ τῆς ζητήσεως ἐφοδιασθεὶς ὑπ᾽ ἐμοῦ ἄπτωτος ἀκροατὴς γενέσθαι δυνήσῃ.

Πολλὰ γὰρ ψευδῆ κατὰ τοῦ Θεοῦ προσέλαβον αἱ γραφαὶ λόγῳ τούτῳ. τοῦ προφήτου Μωυσέως γνώμῃ τοῦ Θεοῦ ἐκλεκτοῖς τισιν ἑβδομήκοντα τὸν νόμον σὺν ταῖς ἐπιλύσεσιν παραδεδωκότος, πρὸς τὸ καὶ αὐτοὺς ἐφοδιάζειν τοῦ λαοῦ τοὺς βουλομένους, μετ᾽ οὐ πολὺ γραφεὶς ὁ νόμος προσέλαβέν τινα καὶ ψευδῆ κατὰ τοῦ νόμου Θεοῦ τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς δημιουργήσαντος, τοῦτο τοῦ πονηροῦ δικαίῳ τινὶ λόγῳ ἐνεργῆσαι τετολμηκότος. καὶ τοῦτο γέγονεν λόγῳ καὶ κρίσει, ὅπως ἐλεγχθῶσι, τίνες τολμῶσιν τὰ κατὰ τοῦ Θεοῦ γραφέντα φιληκόως ἔχειν, τίνες τε στοργῇ τῇ πρὸς αὐτὸν τὰ κατ᾽ αὐτοῦ λεγόμενα μὴ μόνον ἀπιστεῖν , ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἀκούειν ἀνέχεσθαι, κἄν ἀληθῆ τυγχάνῃ, πολλῷ κρίναντες ἀσφαλέστερον περὶ εὐφήμου πίστεως κινδυνεύειν, ἢ ἐπὶ βλασφήμοις λόγοις δυσσυνειδήτως βιοῦν.

οὖν Σίμων τὰς κατὰ τοῦ Θεοῦ ἐν ταῖς γραφαῖς πειρασμοῦ χάριν προσκειμένας περικοπὰς αὐτάς, ὡς μανθάνω, βούλεται ἐλθὼν εἰς μέσον λέγειν, ὅπως τῆς πρὸς τὸν Θεὸν στοργῆς ὅσους δύναται ταλαιπώρους ἀποστῆσαι δυνηθῇ. δημοσίᾳ γὰρ αὐτὰς λέγειν προσκεῖσθαι ταῖς βίβλοις οὐ βουλόμεθα, ἐπεὶ πτύραντες ἀμαθεῖς ὄχλους αὐτοῦ τοῦ πονηροῦ Σίμωνος τὸ θέλημα ποιοῦμεν. μήπως γὰρ τὸ διακριτικὸν ἔχοντες φεύξονται ἡμᾶς ὡς ἀσεβοῦντας· ἢ ὡς οὐ μόνον τῶν βλασφήμων περικοπῶν ψευδῶν οὐσῶν, ἀλλ᾽ ἀποστήσονται λόγου. διὸ ἀνάγκην ἔχομεν συγκατατιθέμενοι ταῖς ψευδέσι περικοπαῖς, περὶ αὐτῶν ἀντιπυνθανόμενοι, εἰς ἀπορίαν αὐτὸν μὲν φέρειν, τοῖς δὲ εὐγνωμονοῦσιν τῶν κατὰ τοῦ Θεοῦ ῥηθεισῶν περικοπῶν,

μετὰ πείραν πίστεως, ἰδίᾳ παρέχειν τὴν ἐπίλυσιν, ἥτις μίαν καὶ σύντομον ἔχει τὴν ὁδόν. ἔστιν δὲ ἥδε.

Πᾶν λεχθὲν ἢ γραφὲν κατὰ τοῦ Θεοῦ ψεῦδός ἐστιν. ὅτι δὲ ἀληθῶς τοῦτο οὐ μόνον εὐφημίας ἕνεκεν λέγομεν, ἀλλὰ καὶ ἄληθείας, μετὰ βραχὺ προϊόντος τοῦ λόγου πληροφορήσω. ὅθεν σύ, φίλτατέ μοι Κλήμης, ἐπὶ τῷ τὸν Σίμωνα πρὸς τὴν ζήτησιν μίαν τήν ἐνεστῶσαν ὑπερθέσθαι ἡμέραν οὐκ ὀφείλεις λυπεῖσθαι. σήμερον γὰρ πρὸ τῆς ζητήσεως προεφοδιαζόμενος περὶ τῶν ἐν ταῖς γραφαῖς προσκειμένων περικοπῶν, ἐπὶ τῆς ζητήσεως περὶ τοῦ μόνου καὶ ἀγαθοῦ, τοῦ καὶ τὸν κόσμον πεποιηκότος, διακριθῆναι οὐκ ὀφείλεις· ἀλλὰ καὶ θαυμάσεις ἐπὶ τῆς ζητήσεως, πῶς οἱ ἀσεβεῖς τὰ πλήθη τῶν ὑπὲρ Θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλείποντες, τὰ κατ᾽ αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν· καὶ οὕτως οἱ ἀκροαταὶ ἀγνοίας αἰτίᾳ, τὰ κατὰ τοῦ Θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀποβλητοὶ γίνονται. διὸ σὺ προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς Θεὸν μὴ ἁμαρτάνειν, ἀπαραβλήτως χαρήσῃ.