Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης, ἔτι τῆς νυκτὸς οὔσης διυπνισθεὶς, καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον· οἵ ἦσαν δέκα ἕξ, ὧν καὶ τὰ ὀνόματα, ὡς ἕκαστον ἑξῆς χρόνου μαθὼν, ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῶς καὶ τίνες ἦσαν· ὧν πρῶτος Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, ἀλλὰ καὶ Ἀινείας καὶ Λάζαρος οἱ ἱερεῖς, προσέτι μήν τε καὶ Ἐλισσαῖος, Βενιαμίν τε καὶ ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ρούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμμηνοὶ, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι· πλὴν ἐπεισιὼν καὶ προσαγορεύσας ἐκαθέσθην, αὐτοῦ κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει τίνος ἕνεκεν οὐκ ἐξύπνισέν με, ὅπως τῶν λόγων ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον πεφθῆναί μοι θέλων ἡσυχάζειν εἴασεν. ὁπότ᾽ ἂν ἡ ψυχὴ περὶ τὸ

λεῖπον τῷ σώματι ἀσχολεῖται, τὰ προσφερόμενα μαθήματα οὐ κατ᾽ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι, οὔτε πάνυ διά τινα συμφορὰν λυπουμένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις, ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις, ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχή, ὡς ἔφην, ὑποπίπτουσα, καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα, καὶ τὴν αὑτῆς φρόνησιν ἀσχολεῖ.

Καὶ μὴ λεγέτω τις· οὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσιν. φημί, εἰ μὲν ἀνύει τις, προσφερέτω· εἰ δὲ μή, τῷ καιρῷ εἰξάτω. ἐγὼ γὰρ οἶδα ὅτι πάντα καιρὸν ἴδιον ἔχει. διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ῥωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἵνα εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προωπλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ καὶ τῷ διὰ γνώμης ἀγαθῆς βοηθήσαντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν.

Πλὴν ἔμαθον, ὦ Κλήμης, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ ὁ Βαρνάβας τὸν περὶ προφητείας λόγον τελείως σοι ἐξέθετο· ἢ γὰρ οὔ; κᾀγὼ ἀπεκρινάμην· ναί, καὶ πάνυ καλῶς. καὶ ὁ Πέτρος· οὐκοῦν ἐκ ἀναγκαῖον, τὸν νῦν χρόνον δυνάμενον ἡμῖν ὑπηρετεῖν εἰς ἑτέρους λόγους οὕς οὐκ ἐπίστασαι, εἰς οὕς ἐπίστασαι ποιεῖσθαι τὴν ἀσχολίαν. ἐγὼ ἔφην· ὀρθῶς ἔφης Πέτρε. ἐμοὶ δὲ τοῦτο χαρίζου πάντοτέ σοι συνεῖναι κρίναντι, τὸν περὶ προφήτου λόγον ἡδέως ἀκούοντι συνεχῶς ὑφηγεῖσθαι· ἄνευ γὰρ αὐτοῦ, ὡς ἔμαθον παρὰ Βαρνάβα, τὴν ἀλήθειαν μαθεῖν ἀδύνατον.

Ὁ δὲ Πέτρος ἐπὶ τούτῳ μεγάλως ἡσθεὶς ἀπεκρίνατο· ἤδη μὲν ἡ πρὸς σὲ διόρθωσις τέλος εἴληφεν, ἐπεγνωκότα τῆς ἀπταίστου προφητείας τὸ μέγεθος, ἧς ἄνευ λαβεῖν τινὶ τὸ ἐν ὑπεροχῇ συμφέρον ἀδύνατον. πολλῶν γὰρ καὶ διαφόρων ἀγαθῶν ὄντων ἐν τοῖς οὖσιν ἢ ἔσεσθαι δυναμένοις, τὸ πάντων μακαριώτατον, εἴτε ἀΐδιός ἐστιν ζωή, ἢ παράμονος ὑγεία, ἢ τέλειος νοῦς, ἢ φῶς, ἢ χαρά, ἢ ἀφθαρσία, ἢ καὶ ἄλλο τι ὅ ἐν τῇ τῶν ὄντων φύσει ὑπερέχον ὑπάρχει καλὸν ἢ ὑπάρξαι δύναται τοῦτο — ἐκ ἄλλως ἔστιν αὐτὸ κτήσασθαι, μὴ πρότερον γνόντα τὰ ὄντα ὡς ἔστιν· τῆς δὲ γνώσεως οὐκ ἄλλως τυχεῖν ἔστιν, ἐὰν μὴ πρότερόν τις τὸν τῆς ἀληθείας προφήτην ἐπιγνῶ.

Προφήτης δὲ ἀληθείας ἐστὶν ὁ πάντοτε πάντα εἰδώς, τὰ

μὲν γεγονότα ὡς ἐγένετο, τὰ δὲ γινόμενα ὡς γίνεται, τὰ δὲ ἐσόμενα ὡς ἔσται, ἀναμάρτητος, ἐλεήμων, μόνος τὴν ἀλήθειαν ὑφηγεῖσθαι πεπιστευμένος. ἀναγίνωσκε, καὶ εὑρήσεις τοὺς ἀφ᾽ ἑαυτῶν τὴν ἀλήθειαν εὑρεῖν νομίσαντας. τοῦτο γὰρ προφήτου ἴδιον, τὸ τὴν ἀλήθειαν μηνύειν, ὥσπερ ἡλίου ἴδιον τὸ τὴν ἡμέραν φέρειν. διὰ τοῦτο ὅσοι ποτὲ ἀλήθειαν γνῶναι ἐπεθύμησαν, παρὰ δὲ τούτου μαθεῖν αὐτὴν οὐκ εὐτύχησαν, μὴ εὑρόντες, ζητοῦντες ἐτελεύτησαν. ὁ γὰρ τὴν ἀλήθειαν ζητῶν παρὰ τῆς ἑαυτοῦ ἀγνοίας λαβεῖν πῶς ἄν δύναιτο; κᾄν γὰρ εὕροι, οὐκ εἰδὼς αὐτὴν ὡς οὐκ οὖσαν παρέρχεται. οὔτ’ αὖ παρ᾽ ἑτέρου, τοῦ ὁμοίως ὡς ἐξ ἀγνωσίας ἔχειν ἐπαγγελλομένου, ἀληθείας κρατεῖν δυνατὸς ἔσται· πλὴν πολιτείας μόνης, καὶ ταῦτα ἐκείνης τῆς διὰ τὸ εὔλογον γνωρισθῆναι δυναμένης, ἥτις ἑκάστῳ ἐκ τοῦ μὴ θέλειν ἀδικεῖσθαι, τοῦ μὴ δεῖν ἄλλον ἀδικεῖν τὴν γνῶσιν παρίστησιν.

Πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθές, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες, ἐνηδρεύθησαν. τοῦτο ὅπερ πεπόνθασιν καὶ οἱ τῶν Ἐλλήνων φιλόσοφοι, καὶ βαρβάρων οἱ σπουδαιότεροι. ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο, τὸ ὅπως ποτὲ παραστὰν αὐτοῖς, τοῦτο ἀληθὲς εἶναι νομίσαντες. ὡς γὰρ εἰδότες ἀλήθειαν, οἱ ἀλήθειαν ἔτι ζητοῦντες, τῶν παρισταμένων αὐτοῖς ὑπολήψεων ἃ μὲν ἀποδοκιμάζουσιν, ἅ δὲ κρατύνουσιν, ὥσπερ εἰδότες, μὴ εἰδότες ποῖα μέν ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ δογματίζουσιν περὶ ἀληθείας, οἱ ἀλήθειαν ἐπιζητοῦντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν παρὰ τῆς αὑτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται. οὔτε γὰρ, ὡς ἔφην, παρεστηκυῖαν αὐτὴν ἐπιγνῶναι δύναται, ἤν ἀγνοεῖ.

Πείθει δὲ ἕκαστον ἀφ᾽ ἑαυτοῦ ζητοῦντα μαθεῖν οὐ πάντως τὸ ἀληθές, ἀλλὰ τὸ τέρπον. ἐπεὶ οὖν ἄλλον ἄλλο τέρπει, ἄλλου ἄλλο κρατεῖ ὡς ἀληθές. τὸ δὲ ἀληθές ἐστιν τὸ δοκοῦν τῷ προφήτη, οὐ τὸ ἑκάστῳ ἡδύ. πολλὰ γὰρ ἄν ἦν τὸ ἕν, εἰ τὸ τέρπον ἀληθὲς ἦν, ὅπερ ἐστὶν ἀδύνατον. διὰ τοῦτο καὶ οἱ τῶν Ἑλλήνων φιλόλογοι, οὐ φιλόσοφοι, διὰ στοχασμῶν τοῖς πράγμασιν ἐπιβάντες, πολλὰ καὶ διάφορα ἐδογμάτισαν, τὴν οἰκείαν τῶν ὑποθέσεων ἀκολουθίαν ἀλήθειαν εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι αὐτῶν ψευδεῖς ἀρχὰς ἑαυτοῖς ὁρισαμένων, τῇ μὲν ἀρχῇ αὐτῶν τὸ τέλος συμφωνίαν εἴληφεν.

Ὅθεν δεῖ πάντα παρελόμενον μόνῳ τῆς ἀληθείας πιστεύειν ἑαυτὸν προφήτῃ, ὅν πάντες κρῖναι δυνάμεθα, εἰ προφήτης ἐστίν, κἄν πάνυ ἀμαθεῖς ὦμεν, καὶ σοφισμῶν ἰδιῶται, καὶ γεωμετρίας ἄπειροι, καὶ μουσικῆς ἀμύητοι. εὐκολωτέραν γὰρ τὴν περὶ αὐτοῦ εὕρεσιν ὁ Θεὸς τέθεικεν πᾶσιν, ὡς πάντων κηδεμών· ἵνα μήτε βάρβαροι ἐξασθενῶσιν αὐτὸν, μήτε Ἕλληνες ἀδυνατῶσιν εὑρεῖν. ῥᾳδία μὲν οὖν περὶ αὐτοῦ εὕρεσις ὑπάρχει· ἔστιν δὲ ἥδε.

Εἰ προφήτης ἐστὶν, καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ γινόμενα, καὶ τὰ εἰς τέλος ἐσόμενα· ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς, ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ τῶν ἤδη γεγενημένων καὶ τὰ ἐσόμενα ἔσεσθαι πιστεύομεν, οὐ μόνον ὡς γινώσκοντι, ἀλλὰ καὶ προγινώσκοντι. τίνι οὖν, κᾂν βραχὺν νοῦν ἔχοντι, οὐ φαίνεται, ὡς χρὴ τούτῳ παρὰ πάντας πιστεύειν τὰ τῷ Θεῷ δόξαντα, ὃς μόνος παρὰ πάντας ἀνθρώπους καὶ μὴ μαθὼν ἐπίσταται; διό, ἂν τῷ τοιούτῳ, λέγω δὲ τῷ πρόγνωσιν ἔχοντι διὰ τὴν ἐν αὐτῷ τοῦ πνεύματος θειότητα, τὸ ἀληθὲς εἰδέναι μὴ διδόναι τις θέλοι, τινὶ ἑτέρῳ δοὺς εἰδέναι, ἐκ ἐνδεὴς ὑπάρχει φρενῶν, ἀποδεδωκὼς τῷ μὴ προφήτῃ, ἃ προφήτῃ εἰδέναι δοῦναι οὐκ ἐβουλήθη;

Ὅθεν πρὸ πάντων πάσῃ κρίσει διὰ τῆς προφητικῆς ἐπαγγελίας τὸν προφήτην ζητεῖν δεῖ, καὶ γνόντα, τοῖς λοιποῖς τῆς διδασκαλίας αὐτοῦ λόγοις ἀνενδοιάστως ἕπεσθαι, καὶ θαῤῥοῦντα περὶ τῶν ἐλπιζομένων, πολιτεύεσθαι τῇ πρώτῃ κρίσει, γνόντα ὅτι ὁ ταῦτα εἰπὼν πρὸς τὸ ψεύσασθαι φύσιν οὐκ ἔχει. διὸ ἐάν τι τοῦ λοιποῦ τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων δοκῇ ἡμῖν οὐ καλῶς εἰρῆσθαι, εἰδέναι χρὴ ὅτι οὐκ αὐτὸ εἵρηται κακῶς, ἀλλ᾽ αὐτὸ ἡμεῖς καλῶς ἔχον οὐκ ἐνοήσαμεν. ἄγνοια γὰρ γνῶσιν οὐκ ὀρθῶς κρίνει, ἅτε δὴ οὔτε γνῶσις πρόγνωσιν ἀληθῶς κρίνειν πέφυκεν. ἀλλ᾽ ἡ πρόγνωσις τοῖς ἀγνοοῦσιν παρέχει τὴν γνῶσιν.

Ὅθεν, ὦ φίλε Κλήμης, εἴγε τὰ τῷ Θεῷ διαφέροντα γνῶναι θέλῃς, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν τὴν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει. ἔστι δὲ αὐτοῦ τό τε βούλημα καὶ ἀληθὲς κήρυγμα, ὅτι εἶς Θεὸς, οὗ κόσμος ἔργον, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ.

Ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν Θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ

ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιώσαντες κακουχηθέντες ἐνίοτε βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πάνυ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν. ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ Θεὸς ἀγαθὸς ὢν καὶ δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μὲν ὁ κακὸς ἐν ᾅδῃ γενόμενος, ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δι καίων, ἀγαθῶν κληρονόμος καταστῇ· ὅτι τοίνυν ὁ Θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν ὅτι καὶ κρίσις γίνεται καὶ ψυχαὶ ἀθάνατοι τυγχάνεσιν.

Εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ Σίμωνι δοκεῖ, τὸ δικαίῳ εἶναι Θεῷ μὴ θέλοι δοῦναι, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται, ἢ καὶ τὸ γενέσθαι δύνασθαι; τῆς γὰρ ῥίζης τῶν ὅλων τοῦτο οὐκ ἐχούσης, ἀνάγκη πᾶσα νοεῖν, ὅτι τῇ τῶν ἀνθρώπων φύσει ὡς ἐν καρποῖς εὑρεῖν ἀδύνατον. ἔστιν εὑρεῖν ἐν ἀνθρώποις, πόσῳ μᾶλλον ἐν Θεῷ; εἰ δὲ οὐδαμοῦ, οὔτε παρὰ Θεῷ, οὔτε παρ᾽ ἀνθρώποις ἔστιν εὑρεῖν τὸ δίκαιον, πάντως οὐδὲ τὸ ἄδικον. ἀλλ᾽ ἔστιν τὸ δίκαιον. δικαιοσύνης γὰρ οὔσης τὸ ἄδικον λέγεται· ὥσπερ παραβαλλομένης τῆς δικαιοσύνης αὐτῇ καὶ ἐναντίως ἔχειν εὑρισκομένης ἀδικία λέγεται.

Ἔνθεν γοῦν ὁ Θεὸς διδασκαλῶν τοὺς ἀνθρώπους πρὸς τὴν τῶν ὄντων ἀλήθειαν , εἷς ὢν αὐτὸς διχῶς καὶ ἐναντίως διεῖλεν πάντα τὰ τῶν ἄκρων, ἀπαρχῆς αὐτὸς εἷς ὢν καὶ μόνος Θεός, ποιήσας οὐρανὸν καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον εἷς καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυγιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα. ἀλλ᾽ ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀΐδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγέμονας διέταξεν. ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆλύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ ἐσόμενος αἰὼν ἄῤῥην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα· διὰ τοῦτο ἐν τῷ κόσμῳ τούτῳ προφῆται ἑπομένως, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, ἀνθρώπων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ

ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θρυλλῶν, πλάνης καὶ ἀπάτης ἐστὶν συνεργός. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει.

Ὡς ἐν ἀρχῇ ὁ Θεὸς εἷς ὤν, ὥσπερ δεξιὰ καὶ ἀριστερά, πρῶτον ἐποίησεν τὸν ἐρανὸν, εἶτα τὴν γῆν, καὶ οὕτως κατὰ τὸ ἑξῆς πάσας τὰς συζυγίας συνεστήσατο ἐπὶ μέντοι ἀνθρώπων οὐκ ἔτι οὕτως, ἀλλὰ πάσας ἐναλλάσσει τὰς συζυγίας. ὡς γὰρ ἀπ᾽ αὐτοῦ τὰ πρῶτα κρείττονα, τὰ δεύτερα ἥττονα, ἐπ᾽ ἀνθρώπων τὸ ἐναντίον εὑρίσκομεν, τὰ πρῶτα χείρονα, τὰ δεύτερα κρείττονα. αὐτίκα γοῦν ἀπὸ Ἀδὰμ τοῦ κατ᾽ εἰκόνα Θεοῦ γενομένου ἐγένετό τις πρῶτος ἄδικος Καΐν, δεύτερος δίκαιος Ἀβέλ. πάλιν δὲ ἀπὸ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Δευκαλίωνος πνευμάτων εἰκόνες δύο ἀπεστάλησαν, ἀκαθάρτου λέγω καὶ καθαροῦ, ὅ τε κόραξ ὁ μέλας, καὶ ἡ λευκὴ περιστερὰ δευτέρα. καὶ ἀπὸ μὲν τοῦ ἀρχηγέτου τοῦ ἔθνους ἡμῶν Ἀβραὰμ δύο πρῶτοι γεγόνασιν, πρῶτος Ἰσμαήλ, εἶτα Ἰσαὰκ ὁ ὑπὸ τοῦ Θεοῦ εὐλογημένος. ἀπὸ δὲ αὐτοῦ Ἰσαὰκ ὁμοίως πάλιν δύο, Ἠσαῦ ὁ ἀσεβής, καὶ Ἰακὼβ ὁ εὐσεβής. οὕτως τῇ τέξει πρῶτος, ὡς προτότοκος τῷ κόσμῳ, ὁ ἀρχιερεὺς, εἶτα ὁ νομοθέτης.

Ὁμοίως ἡ γὰρ πρὸς τὸν Ἡλίαν συζυγία ὀφείλουσα ἐλθεῖν ἑκοῦσα ἀπελείφθη εἰς ἕτερον καιρόν , ἄλλοτε εὐκαίρως αὐτὴν ἀπολαύειν βουλευσαμένη. διὸ καὶ ἐν γεννητοῖς γυναικῶν πρῶτος ἦλθεν, εἶτα ὁ ἐν υἱοῖς ἀνθρώπων δεύτερος ἐπῆλθεν. ταύτῃ τῇ τέξει ἀκολουθοῦντα δυνατὸν ᾖ νοεῖν τίνος ἐστὶν Σίμων, ὁ πρὸ ἐμοῦ εἰς τὰ ἔθνη πρῶτος ἐλθών, καὶ τίνος ὢν τυγχάνω, ὁ μετ᾽ ἐκεῖνον ἐληλυθώς, καὶ ἐπελθὼν ὡς σκότῳ φῶς, ὡς ἀγνοίᾳ γνῶσις, ὡς νόσῳ ἴασις. οὕτως δή, ὡς ἀληθὴς ἡμῖν προφήτης εἴρηκεν, πρῶτον ψευδὲς δεῖ ἐλθεῖν εὐαγγέλιον ὑπὸ πλάνου τινός, καὶ εἶθ᾽ οὕτως μετὰ καθαίρεσιν τοῦ ἁγίου τόπου εὐαγγέλιον ἀληθὲς κρύφα διαπεμφθῆναι εἰς ἐπανόρθωσιν τῶν ἐσομένων αἱρέσεων καὶ μετὰ ταῦτα πρὸς τῷ τελει πάλιν πρῶτον Ἀντίχριστον ἐλθεῖν δεῖ, καὶ τότε τὸν ὄντως Χριστὸν ἡμῶν Ἰησοῦν ἀναφανῆναι, καὶ μετὰ τοῦτο αἰωνίου φωτὸς ἀνατείλαντος πάντα τὰ τοῦ σκότους ἀφανῆ γενέσθαι.

Ἐπεὶ οὖν, ὡς ἔφην, τὸν κανόνα τῆς συζυγίας ἀγνοοῦσί τινες, ἔνθεν οὐκ ἐπίστανται τίς τυγχάνει ὁ ἐμοῦ προοδεύσας Σίμων. εἰ γὰρ ἐγινώσκετο, οὐκ ἂν ἐπιστεύετο. νῦν δὲ ᾀγνοούμενος οὐκ ὀρθῶς

πεπίστευται. καὶ ὁ τὰ μισούντων ποιῶν ἠγάπηται, καὶ ὁ ἐχθρὸς ὡς φίλος ἀποδέδεκται, καὶ θάνατος ὥν ὡς σώζων πεπόθηται, καὶ πῦρ ὤν φῶς νενόμισται, καὶ πλάνος ὤν ὡς ἀληθεύων ἀκούεται· ταῦτα ἀκούσας ἐγὼ Κλήμης· τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὁ τοσοῦτος ὤν ἀπατεών, μαθεῖν ἤθελον. καὶ ὁ Πέτρος ἔφη· εἰ θέλεις μαθεῖν, πάρεστίν σοι τὸ γνῶναι, παρ᾽ ὧν κᾀγὼ τὰ κατ᾽ αὐτὸν πάντα ἠκρίβωκα.

Ἰούστα τις ἐν ἡμῖν ἐστιν Συροφοινικίσσα, τὸ γένος Χανανῖτις, ἧς τὸ θυγάτριον ὑπὸ χαλεπῆς νόσου συνείχετο, ἥ καὶ τῷ κυρίῳ ἡμῶν προσῆλθεν βοῶσα καὶ ἱκετεύουσα, ὅπως αὐτῆς τὸ θυγάτριον θεραπεύσῃ. ὁ δὲ καὶ ὑφ᾽ ἡμῶν ἀξιωθεὶς εἶπεν· οὐκ ἔξεστιν ἰᾶσθαι τὰ ἔθνη, ἐοικότα κυσίν, διὰ τὸ διαφόροις χρῆσθαι τροφαῖς καὶ πράξεσιν, ἀποδεδομένης τῆς κατὰ τὴν βασιλείαν τραπέζης τοῖς υἱοῖς Ἰσραήλ. ἡ δὲ τοῦτο ἀκούσασα, καὶ τῆς αὐτῆς τραπέζης, ὡς κύων, ψιχίων ἀποπιπτόντων συμμεταλαμβάνειν, μεταθεμένη ὅπερ ἦν, τῷ ὁμοίως διαιτᾶσθαι τοῖς τῆς βασιλείας υἱοῖς τῆς εἰς τὴν θυγατέρα, ὡς ἠξίωσεν, ἔτυχεν ἰάσεως. οὐ γὰρ ἄν ἐθνικὴν οὖσαν καὶ ἐπὶ τῇ αὐτῇ πολιτείᾳ μένουσαν, ὁ τὴν ἀρχὴν διὰ τὸ μὴ ἐξεῖναι θεραπεύειν ὡς ἐθνικήν, ἐθνικὴν μείνασαν ἐθεράπευεν.

Ἀὐτὴ οὖν τὴν νόμιμον ἀναδεξαμένη πολιτείαν ὑπὸ τοῦ ἰδίου ἀνδρὸς ἐναντία φρονοῦντος ἡμῖν μετὰ τῆς ἰαθείσης θυγατρὸς ἰδίων οἴκων ἐκβέβληται. ἡ δὲ εὐγνωμονοῦσα πρὸς τὰς συνθήκας, καὶ ἐν περιουσίᾳ βίου ὑπάρχουσα, αὐτὴ μὲν χήρα ἔμεινεν, τὸ δὲ θυγάτριον αὑτῆς ἀνδρί τινι εὐγνωμονοῦντι πρὸς τὴν ἀληθῆ πίστιν καὶ πένητι ὄντι συνηρμόσατο· ἡ δὲ καὶ τῆς θυγατρὸς προφάσει γάμου στερηθεῖσα, δύο παῖδας ὠνησαμένη καὶ παιδεύσασα, εἰς υἱῶν ἔσχεν τόπον. ἅτινα τῷ μάγῳ Σίμωνι ἐκ παίδων συμπαιδευθέντα, πάντα τὰ κατ᾽ αὐτὸν ἐκμεμαθήκασιν. τοσαύτη γὰρ αὐτῶν ἦν φιλία, ὡς καὶ συσπεῦσαι αὐτῷ ἐν πᾶσιν οἷς βούλοιτο αὐτοῖς ἑνοῦν.