Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῆς δὲ ἄλλης ἡμέρας ὀρθριαίτερον προελθὼν ὁ Πέτρος, καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτὸν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐκκόψας ἔφη· τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε, ὡς ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι, ὅτι μηθὲν ἕτερόν σοι πρόκειται, ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι Θεόν, καὶ τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι, ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὅ πυνθάνομαί σου ἀποκρίνῃ μοι.

Φῄς τινα κακίας ἡγεμόνα εἶναι, ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω, ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσῃς εἶναι τὸν πονηρὸν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος· ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλῃ, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη, πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία; καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· ὁ δὲ τὸ κακὸν

σπέρμα σπείρας ἐστὶν ὁ διάβολος. καὶ πάλιν· μὴ δότε πρόφασιν τῷ πονηρῷ. ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· ἔστω ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. καὶ ἄλλῃ που εἶπε· ὑπέσχετο τοῖς ἀσεβέσιν, ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον , ὅ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου, λέγε.

Καὶ ὁ Σίμων· ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι πονηρὸν, ἀπὸ γραφῶν, καὶ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος, καὶ διὰ τί. καὶ ὁ Πέτρος· σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ὅ μὴ γέγραπται. εἰ σὺ φῂς γεγράφθαι, δεῖξον. εἰ δὲ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἤ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι, ἢ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ Θεοῦ διαλεγόμεθας; ὁ δὲ Σίμων, συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὑτοῦ εἴρηκεν, ἔφη· ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φῂς βλασφημίαν, πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δὲ ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός, ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς, ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ Θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο ζητεῖν θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναὶ, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν , ὅν καὶ σὺ φῂς ὑπάρχειν, ἢ γενητὸν εἶναι ἢ ἀγένητον;

Καὶ ὁ Πέτρος ἔφη· ἀνάγκη. καὶ ὁ Σίμων· οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ᾽ αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν Θεοῦ, ἢ ὡς ζῶον γενηθεὶς, ἢ οὐσιωδῶς προβληθεὶς, καὶ ἔξω τῇ κράσει

συμβεβηκὼς, [ἢ] ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος ἤ ἄψυχος, ὅθεν γέγονεν, ἢ δἰ αὐτοῦ Θεοῦ, ἢ ἀφ᾽ ἑαυτοῦ, ἢ καὶ ἐξ οὐκ ὄντων [συμ]βέβηκεν, τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ, ὡς οἶμαι, ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν, καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γὰρ πῶς δοκεῖ;

Καὶ ὁ Πέτρος· ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ Θεοῦ φανῇ γεγονὼς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη, ὡς αἰεὶ ὤν, οὐδ᾽ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτὸς ἢ μὴ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος [ἐπι]θεῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύ[νητ]αι, ἢ δυνατὸς ὤν οὐκ ἀναιρεῖ αὐ[τὸν], ἄδικον κρίνας ἀρχὴν μὴ εἰληφότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι, διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μὲν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλείπεται. εἰ δέ ἐστίν τις ἕτερος δυνατὸς, καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὤν μὴ κατορθοῖ, πονηρὸς ὤν ὡμολόγηται, μὴ παύων αὐτὸν, ὡς τοῖς ὑπ᾽ αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδ᾽ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τὸ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν.

Καὶ ὁ Σίμων· ὅτ᾽ ἂν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθῇς, σοὶ τῆς κακίας τὸν αἴτιον δείξω. τότε σοι καὶ πρὸς ἅ εἴρηκας ἀποκρινοῦμαι, καὶ ὅν φῂς Θεὸν ἄμεμπτον, ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα, ἢ ὡς κακίας ἡγεμόνα τὸν Θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι Θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· ταῦτα ὡς ἀγαπῶν Θεὸν ὅν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· σὺ δὲ ὡς κακὸς μισῶν Θεὸν, ὅν ἠγνόησας, βλασφήμους ἀφεὶς φωνάς. καὶ ὁ Σίμων· μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος· ὁμολογῶ ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ, ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σὸν ἴσον ἢ καὶ

χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· ἐπεὶ [ἐπεὶ γ]ἀρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις. τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα Θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι. ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δὲ καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι Θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον;

Καὶ ὁ Πέτρος· οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ. ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ, ἀγνοίας αἰτίᾳ, καταλέγεις τοῦ μόνου ἀγαθοῦ Θεοῦ, καὶ μήπω κατ᾽ ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. ἦ [κρί]σιν οἴῃ μὴ ἔσεσθαι. τάχα δὲ μηδ[ὲ καὶ] εἶναι Θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με, μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ. ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι, ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαί με καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπαρχῆς σοι ὑπ᾽ ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.

Καὶ ὁ Πέτρος· ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις, τὰς τοῦ Θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας, ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς, περὶ ὧν θέλεις διαλεχθήσομαι. συνομολογῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, [οὗ]τὴν γένεσιν γραφὴ οἴτε ἀληθὲς, οὔτε ψευδὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι Θεῷ τὸ εὐφημώτερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον, πασῶν ὑπονοιῶν καθαρθεισῶν, καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι , ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν Θεόν.

Πλὴν, ὡς ἔφης, ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῶον

γεγένηται, ἢ οὐσιωδῶς ὑπ᾽ αὐτοῦ προβέβληται, ἢ ἔξω κέκραται, ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις, ἢ ἄνευ κράσεως καὶ Θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων, ἢ ὑπὸ Θεοῦ, [ἤ] μηδαμοῦ μηδαμῶς γέγονεν, ἢ ἐκτὸς ἦν Θεοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος ὅθεν γέγονεν, ἢ ἑαυτὸν δημιουργήσας, ἢ ὑπὸ Θεοῦ γεγονὼς, ἢ τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν, εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα, συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων· καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ. λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα. σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα. θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρὸς, εἰ ἀπὸ τοῦ Θεοῦ ζῶον γεγένηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβάλλοντος κακίας τυγχάνει. καὶ [ὁ Πέτ]ρος· οὐ πάντως. ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας, καὶ [κακ]οὺς γεννήσαντας, ἄλλους δὲ [κα]κοὺς ὑπάρχοντας, καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας, καὶ ἀγαθοὺς προβάλλοντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας, καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάϊν καὶ τὸν δίκαιον Ἅβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· ἀνοήτως ποιεῖς περὶ Θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν λέγε περὶ Θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ᾽ οὐ δυνήσῃ.

Αὐτίκα γοῦν τί τὴν ἀρχὴν ἔλεγες; εἰ ἐκ Θεοῦ ὁ πονηρὸς γεγένηται, τῆς αὐτῆς αὐτῷ ὤν οὐσίας, καὶ πονηρός ἐστιν. ἐμοῦ δὲ δείξαντος οὐ[ξ οὗ] περ αὐτὸς ἔδωκας παραδείγματο[ς], ὅτι ἐξ ἀγαθῶν κακοὶ γίνονται καὶ ἐκ κακῶν ἀγαθοὶ, οὐ παρεδέξω, ἀνθρώπινον φήσας εἶναι τὸ παράδειγμα. ὅθεν καὶ νῦν ἐγὼ οὐδὲ τὸ γεγεννῆσθαι Θεὸν παραδέχομαι, ὅτι τὸ γεννᾶν ἀνθρώπων ἐστὶν, οὐ Θεοῦ. ἀλλ᾽ οὔτε ἀγαθὸς ἢ κακὸς, ἢ δίκαιος ἢ ̓ἄδικος εἶναι δύναται ὁ Θεὸς, οὔτε μὴν φρόνιμος ἢ ζῶον ἢ ὅσα ἄλλα ἀνθρώποις προσεῖναι δύναται· ἀνθρώπων γὰρ τὰ τοιαῦτα. καὶ εἰ μὴ χρὴ ζητοῦντας περὶ Θεοῦ διδόναι αὐτῷ τὰ ἀνθρώποις προσόντα καλά, οὐδέν ἐστιν τοῦ λοιποῦ νοεῖν ἢ λέγειν, ἢ τοῦτο μόνον ζητεῖν, τὸ τῆς προαιρέσεως αὐτοῦ, ἥν αὐτὸς συνεχώρησεν ἡμῖν νοεῖν, ὅπως κρινόμενοι ἀναπολόγητοι ὦμεν περὶ ὧν γνόντες οὐκ ἐφυλάξαμεν.

Καὶ ὁ Σίμων ἀκούσας ἔφη· οὐ δυσωπήσεις με, περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὴ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ Θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ Θεῷ τὸ ἀσυγκρίτως ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ Θεῷ. καὶ ὁ Πέτρος ἔφη· λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς, καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ Θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθοὺς, ὁ Θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων [ποιούν]των κακὰ καὶ ἀγαθὰ, αὐτὸς μόνος ἀγαθὰ ποιῶν τέρπεται. οὕτως π[ερ], ἢ οὔ, διὰ τῶν ἀνθρώποις προσόντων καλ[ῶν] εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα; καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος.

Καὶ ὁ Σίμων· οὐκοῦν εἰ ὁ Θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν , τοῦ λοιποῦ τί ἐστιν νοεῖν, ἢ ὅτι τὸν πονηρὸν ἑτέρα τις ἐγένδησεν ἀρχὴ, ἢ ἄρ᾽ ἀγέννητόν ἐστιν. καὶ ὁ Πέτρος· οὔτε ἑτέρα τις νύναμις ἐγέννησεν τὸν πονηρὸν, οὔτε ἀγέννητόν ἐστιν τὸ κακὸν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται, ὡς ἀπ᾽ ἀρχῆς ὑπεσχόμην, ὅτι κατὰ πάντα τρόπον ὁ Θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ Θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρίτως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐσιῶν, θερμοῦ τε καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. [ἔφ]υ μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ [ὄντ]α πρὸς οὐθὲν ἕτερον ἔχειν τὴν ὄρε[ξι]ν, προβληθέντα δὲ ὑπὸ τοῦ Θεοῦ [κ]αὶ ἔξω κραθέντα γενέσθαι ζῶον, προαίρεσιν ἔχον ὀλοθρεῦσαι κακούς. καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγεννημένων, ὁ πονηρὸς οὔτε ἄλλοθέν ἐστιν, οὔτε ἀπ᾽ αὐτοῦ τοῦ πάντα πεποιηκότος Θεοῦ τὴν κακίαν εἴληφεν, παρ᾽ ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι ὡς ἕτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία·

ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλοθρεῦσαι οὐ δύναται, οὐδ᾽ εἰ βουληθείη, νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόντων ἔχει ἐξουσίαν. ἀγνοῶν οὖν τὰ ἕκαστα τῶν τρόπων τὴν κατ᾽ αὐτῶν λαμβά [νει ἐμ] πειρίαν, καὶ διελέγξας τιμωρ [εῖ. καὶ ὁ Σί] μων ἔφη· δυνατὸς οὖν ὑπάρχ[ων συγ]κιρνᾶν τὰ στοιχεῖα, καὶ ποιεῖν κρᾶ[σιν] πρὸς ἅς βούλεται γενέσθαι προ [αιρέ]σεις, διὰ τί μὴ ἀγαθῶν προαιρ [ετικὴν] ἐποίει τὴν ἑκάστου κρᾶσιν;

Καὶ ὁ Πέτρος· νῦν ἡμῖν ὁ λόγος πρόκειται, πῶς ἐγένετο ὁ πονηρὸς, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξιῶ τὸν νῦν ἡμῖν προκείμενον λόγον· πότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω, καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ Θεοῦ προβεβλῆσθαι τέσσαρας οὐσίας. καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως [συμβε]βήκει, οὐκ ἦν ἄν τῷ Θεῷ τὸ τῆς [κράσε]ως βέβαιον· μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβή[σων]ται προσπολεμοῦντες αὐτοῦ τοῖς [βουλ]ήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῶν καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι.

Καὶ ὁ Σίμων· τί δὲ εἰ ὕλη αὐτῷ σύγχρονος οὖσα καὶ ἰσοδύναμος ὡς ἐχθρὰ προβάλλει αὐτῷ ἡγεμόνας, ἐμποδίζοντας αὐτοῦ τοῖς βουλήμασιν. καὶ ὁ Πέτρος· εἰ ἀΐδιός ἐστιν ἡ ὕλη, οὐδὲ ἐχθρά τινός ἐστιν, τὸ γὰρ αἰεὶ ὄν καὶ ἀπαθές ἐστιν, ἀπαθὲς δὲ ὅν μακάριόν ἐστιν, μακάριον δὲ ὅν ἔχθρας δεκτικὸν γενέσθαι οὐ δύναται, ἀϊδίῳ κτίσει στερηθῆναί τινος μὴ πεφοβημένη. πῶς δὲ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν δημιουρὸν ἡ ὕλη, ὁπότε*