Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Πέτρος ἔφη· ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλ᾽ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδ’ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συγκαταθεμένων σοὶ, ἀλλ᾽ ἐμοὶ, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φῂς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι , ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα, ἢ υἱῷ μόνῳ, διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ᾽ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.

Καὶ ὁ Σίμων ἔφη· πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι  ὅπλοις. ὃ γὰρ φιλεῖ τις, καὶ

γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀποῤῥήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ, ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο. οὐκ πολυλαλιᾶς γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθὲς, οὐκ εἰδὼς ὃ λέγει. λέγω δὲ καὶ περὶ τούτου, οὗ εἴρηκεν· οὐδεὶς ἔγνω τὸν πατέρα. καὶ ὁ Πέτρος σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτετευγμένα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγὴν, ζητήσω σοι ὡς θέλεις. πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, ἀνοίξομαί σοι τὰ σὰ, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ.

Ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον· οὐδ᾽ ὅτι ἑαυτὸν ἕκαστος ἐλθὼν, ἐφ᾽ οἷς ἐποίησεν αὐτὸς, ὡς αὐθέντην αὐτὸς ἤγγειλεν· οὐδ’ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε, πῶς ἀπιστεῖς, καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀποῤῥήτοις εἶναι, ἀγνοίας γέμει. τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα, εἰπών· τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶς ἐκφαίνων ἀτεχνῶς τὰ ἀπόῤῥητα; καὶ ὁ Πέτρος· τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· οὐκ οὖν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· ὁμολογῶ. τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ, ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων φαίνῃ μοι μὴ δύναμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὴ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀποῤῥήτοις τινὰ λέγει εἶναι πατέρα.

Καὶ ὁ Πέτρος ἔφη· ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ, καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. πρῶτον μὲν θαυμάζω, πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται

ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαβὶδ, καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα, καὶ υἱὸν Θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· οὐδεὶς ἔγνω τὸν πατέρα, ἐπεὶ ἀντὶ τοῦ Θεοῦ τὸν Δαβὶδ πάντες ἔλεγον, τὸ δὲ ἐπάζαντα εἰπεῖν, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν, οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι, ὀρθῶς εἴρηται, ὁ γὰρ ἀπ᾽ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν, οὐδὲ Ἑνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι, οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι, οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.

Εἰ δὲ, ὡς φῄς, ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις, ἐκείνους μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ, καὶ δικαιοτάτῳ Θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθὸν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλῃς λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπραγήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτειν, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ, οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς μεμσηκότι. μή τι σὺ εἶ, Σίμων, ὁ ἑστὼς ὁ ταῦτα οὕτως μή ποτε ῥηθέντα εἰπεῖν ἀποθρασυνόμενος;

Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· ἐξομολογοῦμαί σοι κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. καὶ ὁ Πέτρος· οὕτω μὲν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει, ἅ τινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατὴρ, οὐδ’ οὕτως ἄλλον Θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτα ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαΐαν εἰπεῖν· ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς, καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. νῦν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ

ἠγνόει, ἅ τινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει, τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος ̓Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν, ἅ τινα ἦν κρυπτὰ, ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν , εἶπεν γάρ· ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. τὸ δὲ εἰπεῖν, ἀπέκρυψας, ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ᾽ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀποῤῥήτων.

Καὶ μὴ λέγε, ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ᾽ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ᾽ ἐπειδὴ ἀπέκρυβον τὴν γνῶσιν τῆς βασιλείας, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ᾽ αὐτῶν ἀπεκρύβη τὰ ἀπόῤῥητα, ἵνα, ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται, καὶ ᾧ μέτρῳ ἐμέτρησαν , μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τοῦ γνῶναι, ὅ μὴ οἶδεν, ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου, κἄν δοκῇ ἔχειν, ἀφαιρεῖται, κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός, καὶ δίδοται τοῖς ἀξίοις, κἄν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι.

Εἰ δέ τις ἐρεῖ· οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ, διὰ τὸ γεγράφθαι· οὐδέν σε ἔλαθεν Ἰσραήλ· μή γὰρ εἴπῃς, Ἰακὼβ, ἀπεκρύβη ἡ ὁδὸς ἀπ᾽ ἐμοῦ· συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀπεκέκρυπτο ἀπ᾽ αὐτῶν, ἡ δὲ εἰς τὴν βασιλείαν εἰσφέρεσα ὁδὸς, ἥ τις ἐστὶν πολιτεία, οὐκ ἀπεκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ᾽ ἐμοῦ ἡ ὁδός. ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν, τῷ καὶ τόν Μωυσῆν λέγειν· ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. καὶ ὁ διδάσκαλος συμφώνως εἷπεν εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι᾽ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν. καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν.

Ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαΐαν ἐκ προσώπου τοῦ Θεοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν, οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαΐας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο Θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου Θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν, καὶ ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν , ἐπαγαγὼν λέγει· οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν. τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ, ὡς ἔφην, μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθὸν, ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας, εἶναι ὑπειληφότες.

Καί τινες μὲν οὕτως ἡμάρτανον, ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως. ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ Θεοῦ τῶν γραφῶν φωνὰς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες, τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδομένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια Θεοῦ ποιήσαντες, ἁμαρτάνοντες, ἰσχυρίζοντο εὐσεβεῖν. δἰ ὅ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν, καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ Θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι.

Πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ. καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἄν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ Θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν· γίνεσθε τραπεζῖται δόκιμοι. τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι, ὡς πτοηθεὶς ἔφη· ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν, τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος· ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις, οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενὶ, κἄν σημεῖά τις καὶ τέρατα ποιῇ, κἄν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ, ἢ δι᾽

ὁραμάτων ἢ δι᾽ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται, εἴτε καλῶς εἴτε κακῶς, ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα.

Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· ἔτι τοῦτό μου ἄκουσον, καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτι εἶπον· ὅστις ποτ᾽ ἄν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τοῦ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας Θεὸς τὴν γνώμην τοιοῦτος ὤν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν, καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν, οὔτε ἄλλος τις κἄν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τὸν αὐτὸν μόνον σέβειν, καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι, ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδ’ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχῃ πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδ᾽ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργὸν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς, ὅτι τὸν φύσει σου ποιητήν, οὐ γὰρ λέγω πατέρα , κατέλιπες ἐπ᾽ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσῃς, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.

Ἀλλ᾽ ἐρεῖς· οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι· τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ἄν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο· πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας, καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον, εἴγε θέλῃς μαθεῖν, ἐλθόντι διηγήσομαι, καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτο

εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν, ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν, καὶ ἀποδεχθῆναι μετανοῦντας. ὁ δὲ Πέτρος προσιέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους , ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος, καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς, περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτο εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν, καταλαβούσης ἑσπέρας.