Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Αἱ δὲ γυναῖκες ἐκεῖναι αἱ δοκοῦσαι περιτρέχειν ὅμοιαι ταῖς πρώταις, ἐν αἷς ἔφης εἶναι τὴν Ἀκρασίαν καὶ αἱ ἄλλαι αἱ μετʼ αὐτῶν τίνες εἰσίν;

Αὐταὶ ἐκεῖναί εἰσιν, ἔφη.

Πότερον οὖν καὶ ὧδε εἰσπορεύονται;

Νὴ Δία καὶ ὧδε, σπανίως δὲ καὶ οὐχὶ ὥσπερ ἐν τῷ πρώτῳ περιβόλῳ.

Πότερον οὖν καὶ αἱ Δόξαι; ἔφην.

Μένει γὰρ καὶ ἐν τούτοις τὸ πόμα, ὃ ἔπιον παρὰ τῆς Ἀπάτης, καὶ ἡ ἄγνοια μένει ἐν τούτοις νὴ Δία καὶ μετʼ αὐτῆς γε ἡ ἀφροσύνη, καὶ οὐ μὴ ἀπέλθῃ ἀπʼ αὐτῶν οὔθʼ ἡ δόξα οὔθʼ ἡ λοιπὴ κακία μέχρι ἂν ἀπογνόντες τῆς Ψευδοπαιδείας εἰσέλθωσιν εἰς τὴν ἀληθινὴν

ὁδὸν καὶ πίωσι τὰς τούτων καθαρτικὰς δυνάμεις.

εἶτα ὅταν καθαρθῶσι καὶ ἐκβάλωσι τὰ κακὰ πάνθʼ ὅσα ἔχουσι καὶ τὰς δόξας καὶ τὴν ἄγνοιαν καὶ τὴν λοιπὴν κακίαν πᾶσαν, τότε ἂν οὕτω σωθήσονται. ὧδε δὲ μένοντες παρὰ τῇ Ψευδοπαιδείᾳ οὐδέποτε ἀπολυθήσονται οὐδὲ ἐλλείψει αὐτοὺς κακὸν οὐδὲν ἕνεκα τούτων τῶν μαθημάτων