Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Καὶ μάλα, ἔφην ἐγώ.

Οὐκοῦν ἔξω τοῦ περιβόλου παρὰ τὴν εἴσοδον γυνή τις ἕστηκεν, ἣ δοκεῖ πάνυ καθάριος καὶ εὔτακτος εἶναι;

Καὶ μάλα.

Ταύτην τοίνυν οἱ πολλοὶ καὶ εἰκαῖοι τῶν ἀνδρῶν Παιδείαν καλοῦσιν· οὐκ ἔστι δέ, ἀλλὰ Ψευδοπαιδεία, ἔφη. οἱ μέν τοι σωζόμενοι ὁπόταν βούλωνται εἰς τὴν ἀληθινὴν Παιδείαν ἐλθεῖν, ὧδε πρῶτον παραγίνονται.

Πότερον οὖν ἄλλη ὁδὸς οὐκ ἔστιν ἐπὶ τὴν ἀληθινὴν Παιδείαν ἄγουσα; Οὐκ ἔστιν, ἔφη.

Οὗτοι δὲ οἱ ἄνθρωποι οἱ ἔσω τοῦ περιβόλου ἀνακάμπτοντες τίνες εἰσίν;

Οἱ τῆς Ψευδοπαιδείας, ἔφη, ἐρασταὶ ἠπατημένοι καὶ οἰόμενοι μετὰ τῆς ἀληθινῆς Παιδείας συνομιλεῖν.

Τίνες οὖν καλοῦνται οὗτοι;

Οἱ μὲν ποιηταί, ἔφη, οἱ δὲ ῥήτορες, οἱ δὲ διαλεκτικοί, οἱ δὲ μουσικοί, οἱ δὲ ἀριθμητικοί, οἱ δὲ γεωμέτραι,

οἱ δὲ ἀστρολόγοι, οἱ δὲ κριτικοί, οἱ δὲ ἡδονικοί, οἱ δὲ περιπατητικοὶ καὶ ὅσοι ἄλλοι τούτοις εἰσὶ παραπλήσιοι.