De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

259.

ὄφρ’ ἂν μέν κ’ ἀγροὺς ἴομεν.

*) [ἡ διπλῆ ὅτι] τὸ ἴομεν ἀντὶ τοῦ ἴωμεν· [συνέσταλται γάρ.] H. cf. F. Ar. 13. ζ 33.

261.

καρπαλίμως ἔρχεσθαι.

*) [ἡ διπλῆ ὅτι] ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ τέθεικεν. H. cf. ζ 258.

275-88.

καἰ νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας· τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἤ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἥματα πάντα. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν· ἡ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. ὣς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο. καὶ δ’ ἄλλῃ νεμεσῷ, ἥ τις τοιαῦτά γε ῥέζοι, ἥ τ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων ἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν.

*) ἀθετοῦνται στίχοι ιδ′ ἕως ἀνδράσι μίσγηται ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. — εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν β′ στίχων, τῶν ἀλεείνω φῆμιν ἀδευκέα. ΗQ.

290.

πατρὸς ἐμοῖο.

Fuit diple periestigmene propter Zenodoti lectionem ἐμεῖο cf. schol. HQ. ζ 256.

293.

τέμενος τεθαλυῖα τ’ ἀλωή.

*) [ἡ διπλῆ ὅτι] τέμενος λέγεται ἡ ἀποτετμημένη γῆ EV. cf. Σ 550. Ζ 194. L. Ar. 150.

*) [ἡ διπλῆ ὅτι] ἀλωὴ λέγεται [ἡ] δενδροφόρος γῆ. QV. cf. Φ 36. η 122.

298.

ἴμεν ἐς πόλιν, ἠδ’ ἐρέεσθαι.

*) [ἡ διπλῆ ὅτι τὸ ἴμεν] ἀντὶ τοῦ ἴθι [καὶ τὸ] ἐρέεσθαι ἀντὶ τοῦ ἐρώτησον HV. cf. F. Ar. 14. α 291.

302.

δώματα Φαιήκων .. ... ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή·

†) κεκύθωσιν ὅμοιον τῷ λελάχωσιν. προειπὼν δὲ δώματα ἐπήνεγκε δόμος, πρὸς ὃ ἡ διπλῆ. Q. cf. F. Ar. p. 11 not.

305.

ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ.

*) [ἡ διπλῆ ὅτι τὸ ἐπ’ ἐσχάρῃ] ἀντὶ τοῦ παρὰ (sic scribendum) ἐσχάρῃ. H. cf. Ζ 15. ζ 52. L. qu. ep. p. 87.

318.

εὗ δὲ πλίσσοντο πόδεσσιν.

Notatum fuit vocabulum πλίσσοντο ἅπαξ λεγόμενον. v. HPQ.