De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

316.

πειρήσω ὥς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, ἠὲ Πύλονδ’ ἐλθὼν ἢ αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ.

Ex Ar. ad 325 apparet, versibus 316-317 obelos appictos fuisse ab Aristarcho.

322.

ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.

*) (ὁ στίχος οὗτος) ἀθετεῖται ὡς περιττός. προηθετεῖτο δὲ καὶ παρ’ Ἀριστοφάνει. (cod. προηθέτει δὲ καὶ Ἀριστοφάνης (MQR. L. A. 343. VIII.

325.

ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει, ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος, ἢ ὅ γε καὶ Σπάρτηθεν, . . . ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει.

†) βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τηλεμάχου τοὺς προηθετημένους στίχους (316. 317) πειρήσω ὡς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδ’ ἐλθὼν ἢ αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ. ἀποροῦντες γὰρ λέγουσιν ἦ μάλα Τηλέμαχος, οὐκ ἂν ἀπορήσαντες οἱ [εἰ?] προακηκοότες. EM. cf. ad v. 316.

326.

Πύλου ἠμαθόεντος.

†) ἄμαθον ἔχοντος. ἰστέον ὅτι ἄμαθος ἡ ἐν τῷ πεδίῳ κόνις, ψάμαθος δὲ ἡ περὶ θάλασσαν. BE. Sic distinxit Ar. ψάμαθος et ἄμαθος cf. L. Ar. 123.

328.

ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει.

*) [ἡ διπλῆ ὅτι] τὴν ἐν Θεσπρωτίᾳ [Ἐφύραν λέγει], οὐχ, ὡς ἔνιοι, τὴν Κόρινθον. M. cf. L. Ar. 231. α 259.

334.

οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·

†) σημείωσαι ὅτι πόνον τὴν ἐνέργειαν καὶ κακοπάθειαν λέγει ὁ ποιητὴς, οὐδέποτε δὲ τὴν ἀλγηδόνα. MQ. cf. L. Ar. 73. δ 624. ι 250. Aristonici ἔργον pro ἐνέργειαν καὶ κακοπάθειαν habet E: τὸ περὶ τὴν μνηστείαν ἔργον πόνον λέγει.

359.

εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον.

*) ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης, HMS. Respicit ad Zenodoti lectionem Κρήτην pro Σπάρτην cf. α 93. γ 313. δ 702.

386.

Φρονίοιο Νοήμονα φαίδιμον υἱόν.

†) πεποίηκεν πλαστὰ ὀνόματα S. cf. Aristonici verba hac de re ad δ 630 Ε 60. Ι 137 ubi est διπλῆ ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ.

397.

οἱ δ’ εὕδειν ὤρνυντο κατὰ πτόλιν.

*) ὅτι οὐκ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ ἐκοιμῶντο. RT. De re cf. α 424.

404.

ἀλλ’ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.

*) [ἡ διπλῆ περιεστιγμένη ὅτι] Ζηνόδοτος εὐήθως ἀθετεῖ αὐτόν HMQ.

417.

νηῒ δ’ ἐνὶ πρύμνῃ κατ’ ἄρ’ ἕζετο.

*) [ἡ διπλῆ ὅτι] ἀντὶ τοῦ νεὼς πρύμνῃ· καὶ ἐν Ἰλιάδι νηῒ δ’ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος (Κ 570) V.

cf. Ar. ad Κ 570. F. Ar. p. 22.

434.

παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.

Hunc versum expunxit Aristarchus cf. schol. in BMV. ad Ω 8.

1. cf. not. 1.

11.

ἰδ’ ἱστία νηὸς ἐΐσης στεῖλαν ἀείραντες.

Fuit diple periestigmene propter Zenodoti lectionem cf. schol. in HMQRT: οἱ περὶ Ζηνόδοτον (i. e. Zenodotus ipse, cf. Lehrs qu. ep. not. p. 28) σεῖσαν ἀείραντες. τότε δὲ σείουσιν, ὅτε θέλουσι χαλάσαι τὸ ἄρμενον.

14.

Τηλέμαχ’, οὐ μέν σε χρὴ ἔτ’ αἰδοῦς.

†) οὐ χρεία σοι τῆς αἰδοῦς. Ἀττικῶς. EHMQ. Correxi Dindorfii σε in σοι, quod habent EQ et Dindorfius in textum recipere debebat, comparatis scholiis ad δ 312. 634 et Ar. ad Λ 606. Μ habet in textu σε et supra scriptum σοι. cf. Eust. 1455, 3: ἐν τούτοις δὲ τὸ οὐ μέν σε χρὴ ἔτι αἰδοῦς ἀντίπτωσίς ἐστιν ἀρχαϊκὴ συνήθης, ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς.

27.

αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι

†) αἰδὼς δ’ αὖ νέῳ ἀνδρὶ οὕτω γράφουσιν οἱ κατὰ Ῥιανόν. HM.

E Didymo manavit, sed Aristonicus quoque rem tetigisse videtur cf. ad Ο. 119.

50.

τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.

ἐχρῆν ὀρθοτονεῖν τὴν σοί. Ζηνόδοτος δὲ τοὔνεκά τοι γράφει, [ἀγ]νοῶν ὅτι ἐπὶ τῆς διαστολῆς [οὐ] παραλαμβάνεται ἡ τ̄ο̄ῑ.HMQ. Corr. Duentzer p. 58. Prior scholii pars certe Herodiani est, qui ad Α 294 promisit, se de σοι et τοι vocabulorum discrimine accuratius quaesiturum esse nostro loco. Fortasse etiam altera pars ex eo fluxit, sed non dubito, quin Aristonicus quoque de Zenodoti lectione verba fecerit.

69.

νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι ξείνους

Quod M habet ad v. 69 ὅτι ἐννέα (?) ἡμέρας ἐφιλοξένουν καὶ οὕτως ἠρώτων, contortum videtur esse ex Ar. adnotatione, quae ad Ζ 176 legitur: ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι.

71.

ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ ὑγρὰ κέλευθα; ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, οἷά τε ληϊστῆρες, ὑπεὶρ ἅλα; τοί τ’ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλο δαποῖσιφέροντες.

†) τοὺς μετ’ αὐτὸν τρεῖς στίχους ὁ μὲν Ἀριστοφάνης ἐνθάδε σημειοῦται τοῖς ἀστερίσκοις, ὅτε δὲ ὑπὸ τοῦ Κύκλωπος λέγονται, καὶ ὀβελίσκους τοῖς ἀστερίσκοις παρατίθησιν, ὡς ἐντεῦθεν μετενηνεγμένων τῶν στίχων. πόθεν γὰρ τῷ Κύκλωπι λῃστῶν ἔννοια ᾖ στωμυλλομένῳ φάναι οἵ τ’ ἀλόωνται ψυχὰς παρθέμενοι κακον ἀλλοδαποῖσι φέροντες; ὁ δὲ Ἀρίσταρχος οἰκειότερον αὐτοὺς τετάχθαι ἐν τῷ λόγῳ τοῦ Κύκλωπός φησιν. οὐδὲ γὰρ νῦν οἱ περὶ Τηλέμαχον λῃστρικόν τι ἐμφαίνουσι. δοτέον δὲ, φησὶ, τῷ ποιητῇ τὰ τοιαῦτα. καὶ γὰρ ναῦν αὐτὸν παράγει εἰδότα, ἀλλά μοι εἴφ’ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα (ι, 279), καὶ συνίησιν Ἑλληνίδα φωνήν. καθάπτεται δὲ καὶ Θουκυδίδου Ἀρίσταρχος λέγοντος ὡς οὐκ αἰσχρὸν ἡγοῦντο τὸ ληΐζεσθαι οἱ παλαιοὶ, ἐν οἷς φησιν οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς (α 398). ὁμωνυμίᾳ γὰρ ἠπάτηται, πολλάκις τῆς

λῃΐδος ἐπὶ τῆς λαφυραγωγίας τασσομένης· παρὸ καὶ τὴν Ἀθηνᾶν ληΐτιδα προσαγορεύει (Κ 460). ὅτι γὰρ αἰσχρὸν ἡγοῦντο τὸ λῃστεύειν δῆλον ἐξ ὧν οὐδέποτε ἐπὶ Ἀχιλλέως οὐδὲ ἐπὶ Αἴαντος, καίτοι γε ἰσχυρῶν ὄντων, ἐχρήσατο τῷ ὀνόματι ὁ ποιητής. ἄλλως τε κἀκ τῶν συμφραζομένων δηλοῖ τὴν τοῦ πράγματος μοχθηρίαν· ἀντιτάσσεται γὰρ τῷ ἤ τι κατὰ πρῆξιν τὸ ἢ μαψιδίως. HMQR.

cf. L. Ar. 197. Eust. 1458, 2 et 1627, 25. Aristarchi athetesin commemorat etiam grammaticus in excerptis, quae codici Marciano A. Iliadis praefixa sunt, ubi de Aristarchi obelis agitur. Bekk. praef. ad schol. in Hom. Il. I, p. III.

82.

πρῆξις δ’ ἥδ’ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.

*) [ἡ διπλῆ ὅτι] ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος ἀγορεύσω. M.

cf.F. Ar. 6.γ 396.δ 485.ζ 174.κ 245.μ 383.ρ 418.