De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

222.

Ἀθήνη || ἀνδρὶ δέμας ἐικυῖα νέῳ ἐπιβώτορι μήλων.

*) ὅτι ὁ ποιητὴς ἄῤῥενας μὲν θεοὺς θηλείαις οὐδέποτε εἰκάζει, θηλείας δὲ ἄῤῥεσιν HQ. cf. Dind. praef. LXII.

*) [ἡ διπλῆ ὅτι] περισσὴ ἡ πρόθεσις, ὡς καὶ ἐν τῷ (codd. εἰς τὸ βοῶν ἐπιβουκόλος ἀνήρ B. Sic etiam Eust. 1739, 41. cf. L. Ar. 109. γ 195.

320-323.

ἀλλ’ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαιγμένον ἠτορ ἠλώμην, εἵως με θεοὶ κακότητος ἔλυσαν. πρίν γ’ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ θάρσυνάς τ’ ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.

*) (νοθεύονται) ἀθετοῦνται δ′ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν. ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον μηδέ τιν’ ἀνθρώπων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μαλ’ ἀνθρώπους ἀνέχονται (η 31) HQ. Vind. 133. cf. Apoll. de Pron. p. 139: ὑπ’ Ἀριστάρχου ὑπωπτεύετο.

332.

οὕνεκ’ ἐπητής ἐσσι.

†) ἐπητὴς ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπητὴς παρὰ τὸ ἔπος H. Hoc ex Ar. manavisse demonstrat Apoll. l. h. p. 71, 34. cf. L. Ar. 152. De accentu ἐπητής, qui τοῖς παλαιοτέροις placuerit, dixit Eust. 1743, 60 cf. H: Aristarchus et Herodianus ὡς ἀεικής.

333-338.

ἀσπασίως γάρ κ’ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵετ’ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ’ ἀλοχόν τε. σοὶ δ’ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γ’ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ἧσται ἐνὶ μεγάροισιν, ὀιζυραί δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.

*) ἀθετοῦνται στίχοι ϛ′ ὅτι οὐδὲν εἴληφε παρ’ αὐτοῦ σημεῖον

τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν· τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴςοδον. διὸ καί φησιν ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες (383). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν HQ.

347-48.

ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές. ἱρὸν νυμφάων, αἳ νηιάδες καλέονται.

Ad hos versus annotat Eust.: οὗτοι οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται. Fortasse expunxit eos Aristarchus, qui iidem leguntur 103-104 idemque significant quod versus sequentes 349-50. Omittunt Α 1 m. Κ Ν 1 m PS.

370.

λίθον δ’ ἐπέθηκε θύρῃσιν.

Ex Eust. 1744, 20 adieci: λέγει θύρας ὡς καὶ προεδηλώθη τὴν τοῦ σπηλαίου ὀπήν, quod Lehrsius Aristarcho deberi contendit p. 156 cf. ι 243.

377.

οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσιν.

†) κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίετες, ἐπιστάντος ἤδη καὶ τετάρτου· ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον. (β 89) ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν (β 106). cf. ad β 89. 107. L. Ar. 93.

380.

πάντας μὲν ῥ’ ἔλπει.

Notatum fuit verbum ἔλπειν positum esse pro ποιεῖ ἔλπειν cf. δ 105. Θ 328.

389.

αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην.

†) ὑπονοεῖται ὁ στίχος διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ Λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ [μὴ] παρούσης Ἀθηνᾶς H. cf. Eust. 1744, 52.

398-401.

κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ’ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ’ ἐόντε.

*) ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι H. cf. ad v. 430.

405.

ὅς τοι ὑῶν ἐπίουρος.

*) [ἡ διπλῆ ὅτι] παρέλκει [ἡ πρόθεσις] ὡς [ἐν τῷ] (cod. τὸ) βοῶν ἐπιβουκόλος Q. cf. L. Ar. 108. γ 195 et exempla ibidem.

430-33. *) [οἱ ἀστερίσκοι] ὅτι ἐντεῦθεν οἱ ἄνω (398401) μετενηνεγμένοι εἰσίν H.

2.

χῶρον ἀν’ ὑλήεντα δι’ ἄκριας.

*) [ἡ διπλῆ ὅτι] ἀντὶ τοῦ δι’ ἀκρίων B. cf. F. Ar. 21.

8.

αὐτὸς δείμαθ’ ὕεσσιν.

Fuit diple periestigmene propter Zenodoti lectionem: δείματο οἷος H.

12.

τὸ μέλαν δρυὸς ἀμφικεάσσας.

†) ὁ Ἀρίσταρχος τὸν φλοῦν BHQ. cf. L. Ar. 152. Eust. 1748, 55. Quod praeterea legitur in BHQ: τὸ δὲ δρυὸς δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου idem est ab Ar. ad Λ 86 observatum.

18.

ἀντίθεοι μνηστῆρες.

In schol. QV hoc legitur: νῦν οἱ ἐναντίοι τοῖς θεοῖς. Sed potius ex Aristarchi mente esse puto, quod Eust. habet 1749, 4: τὸ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετ’ ὀλίγα τὸ μνηστῆρσιν ὑπερφιάλοισιν (27). εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἶπεν τὸν Πάριν. cf. L. Ar. 114 sub ἀντὶ Nota εἶναι.

22. fuit de Zenodoti athetesi, cf. in H. Vind. 133: ὑπωπτεύετο παρὰ Ζηνοδότῳ. Καλλίστρατος ὑπώπτευε τὸν στίχον διὰ τὴν ἐξαρίθμησιν τῶν κυνῶν καὶ τὸ ἐπίθετον. Duentzerus p. 192 v. 21 et 22 ab Zenodoto et Callistrato expunctos esse contendit, contra quem Dindorfius not. 15, p. 580.

29.

κύνες ὑλακόμωροι.

†) ὁ μὲν Ἀρίσταρχος ὀξύφωνοι QV. Sic Eust. qui addit: ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξὺ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. cf. Apoll. 91, 25. L. Ar. 152.

50.

δέρμα ἰονθάδος ἀγρίου αἰγός.

†) οἱ δὲ τὴν τελείαν B. Restitui quod Buttmannus correxit et Dindorfius in textum recepit: τελείαν pro ταχεῖαν; nam sic Aristarchum interpretatum esse ut B. cod. docet Apoll. l. h. 91, 32: διὰ δὲ τοῦ Ἀριστάρχου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου. εἴη δ’ ἂν λεγόμενον ἀπὸ τῶν ἰόνθων. τὰς γὰρ τῶν τριχῶν ῥίζας ἰόνθους λέγει Σοφοκλῆς ἐν Χρύσῃ ἐγὼ μέλαιναν ἐξιονθίζω τρίχα (corr. Lehrsius Ar. p. 152 pro μίαν μέν cod.). Huc referendum est, quod legitur in H ad v. 51: οὐκ ἂν νῦν ἔφη δασύ, εἴ γε τὸ ἰονθάδος ἐδήλου τὸ δασέος (ut voluit Apion cf. Apoll. l. c.).

77.

θέρμ’ αὐτοῖς ὀβελοῖσιν· ὁ δ’ ἄλφιτα.

†) ὡς περὶ ἑτέρου· ἔστι δὲ ἐπὶ τοῦ Εὐμαίου. Ὁμηρικὴ δὲ ἡ φράσις H. cf. ad v. 447.