De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

510.

ἰτέαι ὠλεσίκαρποι.

†) σημείωσαι ὅτι ἄκαρπα φυτὰ εἶπεν εἶναι ἐν τῷ ἄλσει τῆς Περσεφόνης, διὰ τὸ νεκροῖς προσήκειν BQ.

513.

ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κωκυτός τε

†) τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ

Κωκυτὸς ῥέουσι· τὸ δε σχῆμα καλεῖται προδιαζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα· τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι’ Ἀλκμὰν πρῶτος αὐτῷ ἐχρήσατο, ἀλλ’ ὅτι πολύ ἐστι παρ’ αὐτῷ, οἷον Κάστωρ ὠκέων πώλων ἐλατῆρες καὶ Πολυδεύκης. ὅμοιον δέ ἐστι τὸ σχῆμα εἰ δὲ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων (Υ 138) καὶ ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος (Ε 774) HQ. cf. Ar. ad Υ 138, ubi citatur noster versus, et Ε 774.