Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ προσιόντος μὲν ἐγγυτέρω τοῦ ἡλίου γένεσίς ἐστιν, ἀπιόντος δὲ πόρρω φθορά, ἔστιν δ᾿ ἡ ἄλλου γένεσις ἄλλου φθορά, καὶ ἡ ἄλλου φθορὰ γένεσις ἄλλου, πῶς οὐχ ἅμα καὶ φθορᾶς καὶ γενέσεως αἴτιός ἐστι καὶ προσιών καὶ ἀπιών, εἴ γε δεῖ καὶ τὰ γινόμενα ἐξ ἄλλων τινῶν γίνεσθαι φθορᾶς, καὶ τὰ φθειρόμενα εἰς ἄλλων γένεσιν μεταβάλλειν; οὕτω δ᾿ οὐδὲν ἂν ἔτι διαφέροι ἡ πρόσοδος αὐτοῦ τῆς ἀφόδου. ἢ εἰ τῶν γινομένων τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ δεύτερα καὶ τοῖς προηγουμένως γινομένοις ὑπεναντία, εἴη ἂν ἡ μὲν τῶν προηγουμένων γένεσις κυρίως, ᾗ γίνεται, προσιόντος ἑκάστοις τοῦ ἡλίου (καὶ ἐπεὶ ἡ τινῶν γένεσις ἄλλων ἐστὶ φθορά, εἴη ἂν φθειρόμενα τὰ φθορᾷ τοῖς προηγουμένως γινομένοις ἐναντία), ἡ δὲ φθορὰ τῶν προηγουμένων, τις καὶ κυρίως φθορά, γένεσις δὲ τῶν τούτοις ἀντικειμένων, οὐκ οὖσα κυρίως γένεσις, ἀποχωροῦντος πορρωτέρω, εἰ κατὰ φύσιν αἱ γενέσεις γίνοιντο καὶ φθοραί, μηδενὸς ἀντιβαίνοντός τε καὶ ἀντικόπτοντος τῶν αἰτίων. ἐν δὲ ταῖς ἀνωμαλίαις ταῖς τοιαύταις γίνοιντο ἄν ποτε καὶ ἔμπαλιν. λέγεται γὰρ γένεσις καὶ φθορὰ κυρίως ἐπὶ τῶν προηγουμένως γινομένων. ταῦτα δ᾿ ἐστὶ τὰ βελτίω τῶν κατ᾿ ἀντίθεσιν γινομένων ἐξ ἀλλήλων. καὶ γὰρ γενέσεις αἱ τούτων γενέσεις καὶ φθοραί, αἱ γινόμεναι κατὰ τὴν ἐνιαύσιον τοῦ ἡλίου περίοδον, προσιόντος μὲν οἷς πρόσεισι προδήλως γίνονται, ἀπιόντος δὲ φθείρονται καὶ θνήσκουσιν.