Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαί τινα Ἀριστοτέλης ἐδίδαξεν ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς β ἐπὶ μόνων ἀληθὲς ὂν τῶν κύκλῳ γινομένων καὶ ἀκολουθούντων τῇ τῶν θείων σωμάτων περιφορᾷ. ἐπεὶ γὰρ τὸ ἐξ ἀνάγκης ὂν ἀεί ἐστι (τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀιδίου δηλωτικόν ἐστι), καὶ ἐξ ἀνάγκης ἂν εἴη ταῦθ᾿ ἃ γινόμενα ἀναγκαίως τε καὶ ἀεὶ γίνεται. εἰ δὲ γίνεται τὰ γινόμενα πάλιν καὶ πάλιν, ταῦτα δέ ἐστι τὰ ἀνακυκλούμενα, ταῦτ᾿ οὖν ἐστι καὶ γινόμενα ἐξ ἀνάγκης. ὅτι γὰρ μηδὲν τῶν ἐπ᾿ εὐθείας γινομένων (ταῦτα δ᾿ ἐστὶ τὰ μὴ πάλιν καὶ πάλιν γινόμενα), ὅτι δὴ μηδὲν τῶν οὕτω γινομένων ἐξ ἀνάγκης γίνεται, οὕτως ἔδειξεν. τῶν ἐπ᾿ εὐφθορά [*](2 GFSa Sp.: φορά V 3 προσιόντωσ V γενεσισ V 8 αὐτοῦ Sp.: αὐτῷ libri ἢ εἰ Vict. Sp.: εἰ VSB2a: ἢ GFB1 10 ᾗ a: ἧ V: ἤ Vict.: ἣ Sp.: forasse οἷς (vel ἣ κυρίως γ. cf. v. 13) προσιόντωσ V 11 φθορα V 12 τὰ Vict. Sp.: τὰ φθορα sic V: τὰ φθορὰ Sa: ἐν τῆ φθορᾶ G: τὰ φθορᾶ B 16 γίνοιτο coni. Sp. 19 γενέσεις et αἱ delevi 21 φθείρονται] τ in lit. V 24 ἐδίδαξεν] de gen. et corr. II, 10. 336 a 31 sqq. 27 ὂν om. Sp. 28 ταῦθ| Sp.: ταῦτ᾿ ἃ Sa: ταῦτα VFGB δὲ] δ᾿ ἀεὶ Diels 29 fortasse γίνεταί τινα γινόμένα sic V 31 καὶ πάλιν om. a Sp. 32 ἔδειξεν] de gen. et corr. II, 11. 338 a 2 sqq.)

88
θείας γινομένων ἤτοι ἐπ᾿ ἄπειρον τι γίνεται, ὡς ἀεὶ μέν τινα αὐτῷ προσθήκην γίνεσθαι, μηδέποτε δ᾿ αὐτὸ παύεσθαι τοῦ γίνεσθαι τελειωθέν, ἢ οὕτως ἐπ᾿ ἄπειρον γίνεται, ὡς ἄλλο ἐξ ἄλλου γίνεσθαι καὶ μηδέποτε ἵστασθαι, ἢ πέρας τε λαμβάνει καὶ παύεταί ποτε γινόμενον. οὔτε δὲ ἐν τοῖς ἐπ᾿ ἄπειρον γινομένοις τῶν ἐπ᾿ εὐθείας οἷόν τε γίνεσθαι ἐξ ἀνάγκης ἀπλῶς, οὔτε ἐν τοῖς πέρας ἔχουσιν, διὸ τὸ ἐξ ἀνάγκης γινόμενον οὕτως γίνεται, ὡς ἢ διὰ τὸ γινόμενον λοιπὸν ἀίδιον μένειν, ἢ διὰ τὸ ἀεὶ γίνεσθαι. οὐδὲν δὲ τῶν γινομένων οὔτε γενόμενον ἀίδιον μένειν οἷόν τε, οὔτ᾿ ἐπ᾿ ἄπειρον γίνεται. πᾶσά τε γὰρ γένεσις πεπερασμένη, καὶ μετὰ τὸ γενόμενον φθαρῆναι οὐκέτ᾿ ἀνακάμπτει οὐδὲ γίνεται πάλιν. τοιοῦτο γὰρ ἦν τὸ ἐπ᾿ εὐθείας, ὥστε οὐδὲν τῶν ἐπ᾿ εὐθείας γινομένων πεπερασμένως ἐξ ἀνάγκης οἷόν τε λέγειν γίνεσθαι. τὰ μὲν γὰρ γινόμενά ἐστι τὰ καθέκαστα, ὁ Σωκράτης, ὁ Πλάτων, ὅδε ἵππος· τούτων οὐχ οἷόν τε πάλιν ἀνακάμπτειν καὶ γίνεσθαι πάλιν. εἰ γὰρ ἦν τι τούτων ἐξ ἀνάγκης τὸ γινόμενον, ἀληθὲς ἐπ᾿ αὐτῶν καὶ τὸ εἰ τὸ πρῶτον, τὸ ὕστερον᾿. νῦν δ᾿ οὐχ οὕτως ἔχει. κατὰ γὰρ τὸ εἶδος τὰ τοιαῦτα διαμένει ἀί|δια, ὃ οὐκ ἔστι γενόμενον, ἦν δὲ τὸ ζητούμενον περὶ τῶν γινομένων. εἰ δὲ καὶ οἱ ἄνθρωποι ἀεὶ γίνονται καὶ οὐ διαλείπουσιν, ἀλλὰ κύκλῳ καὶ ἡ τούτων γένεσις, καθὸ ἄνθρωποι ἂν εἶεν ἐξ ἀνάγκης γινόμενοι, --- καθὸ ὁ μὲν Πλάτων, ὁ δὲ Σωκράτης. ἢ ἡ τούτων γένεσις ἐπ᾿ ἄπειρον ἐπ᾿ εὐθείας ἐστὶν ἄλλοτε ἄλλου γινομένου καὶ μηδέποτε ἔτι τοῦ αὐτοῦ. διὸ ἐπὶ τούτου μὲν ἡ ἀκολουθία ὑγιὴς ἡ εἰ τὸ ὕστερον, ἐξ ἀνάγκης καὶ τὸ πρῶτον᾿. ὅτι δὲ μηδ᾿ ἐπ᾿ ἄπειρον οὔσης τῆς ἐπ᾿ εὐθείας γενέσεως εἰ οἷόν τέ τι ἐξ ἀνάγκης γίνεσθαι, ἔδειξεν διὰ τοῦ ἐπὶ τῶν ἐξ ἀνάγκης γενομένων ἀληθῆ ἀκολουθίαν εἶναι οὐ μόνον τὴν εἰ τὸ ὕστερον, καὶ τὸ πρῶτον᾿ (αὕτη μὲν γὰρ καὶ ἐπὶ τῶν ἐνδεχομένως γινομένων ἀληθής), ἐφ᾿ ὧν δ᾿ ἐξ ἀνάγκης τι τῶν ὑστέρων ἁπλῶς γίνεται, ἐπὶ τούτων ἀληθὲς καὶ τὸ εἰ τὸ πρῶτον, τὸ ὕστερον᾿. τῷ μὲν γὰρ ἐξ ἀνάγκης τὸ ὕστερον γενέσθαι, εἶναι δ᾿ ἀληθὲς ἐπὶ πάντων τῶν γινομένων τὸ εἰ τὸ ὕστερον, καὶ τὸ πρῶτον ἀνάγκη γενέσθαἰ. ἀναγκαῖον, ἐφ᾿ ὧν τὸ ὕστερον ἐξ ἀνάγκης γίνεται, ἐπὶ τούτων καὶ τὸ πρῶτον ἐξ ἀνάγκης γενέσθαι. ἐπὶ δὲ τοῦ ἐπ᾿ ἄπειρον γινομένου οὐδέν ἐστιν ὕστερον, ἐφ᾿ οὗ ἔσται ἀληθὲς τὸ ἐξ ἀνάγκης αὐτὸ ἁπλῶς ἐσόμενον· οἷς δὲ τὸ ὕστερον μὴ ἐξ ἀνάγκης ἁπλῶς, ἐπὶ τούτων οὐδὲ τὸ πρὸ τοῦ ὑστέρου οἷόν τε λέγειν ἐξ ἀνάγκης ἔσεσθαι ἁπλῶς. τὸ γὰρ ἀναγκαῖον τοῖς πρὸ τοῦ ὑστέρου παρὰ τοῦ ὑστέρου, ὅταν ἐξ ἀνάγκης ἐκεῖνο γίνηται, μηδενὸς δὲ ὄντος ὑστέρου, ἐπὶ τῶν οὕτω γινομένων οὐδ᾿ ἂν τῶν πρώτων τι γινομένων ἐν αὐτοῖς γίνοιτο ἐξ ἀνάγκης, [*](1 τι Sp.: ἔτι libri 5 fortasse τέ ⟨τι⟩ 6 fortasse διότι ὡς addidi 8 γενόμενον scripsi: γενομένων libri 13 ὁ δὲ a fortasse τέ ⟨τι⟩ 14 τὰ delevi τὸ — ἀληθὲς] ἀληθὲς ἂν ἦν coni. Sp. 19 οὐ καθὸ coni. Sp. ἢ ἡ Sa Sp.: ἠ ἡ VB: μὴ ἡ G: ἦ ἡ F 21 ἔτι Sp.: ἐπὶ libri 22 δὲ add. Vict. 23 εἰ del. Sp. 25 ἐνδεχομένως] ἐνδεχομένων a 26 ἀληθής] ης in lit. V 27 τῷ Sp.: τῶν libri 28 τὸ addidi 32 ἀναγκησ V 33 τὸ Sp.: τὸν libri 35 γίνηται Sp.: γίνοιτο libri fortasse ὑστέρου ⟨ἐξ ἀνάγκης⟩)
89
ἀλλ᾿ ἔσται ἐπ᾿ αὐτῶν ἀληθὲς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, τὸ εἰ τὸ ὕστερον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ πρῶτον αὐτοῦ. ἀπορήσειε δ᾿ ἄν τις, εἰ ἐπὶ τῶν κύκλῳ γινομένων καὶ ἀνακαμπτόντων πάλιν ἀληθὴς ἀκολουθία ἡ εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον᾿. ἢ ἐπὶ τῶν ὡρισμένως γινομένων ὑπὸ τῶν κύκλῳ κινουμένων ἀληθὴς ἡ τοιαύτη ἀκολουθία. εἰ γὰρ τροπαὶ χειμεριναί. καὶ ἰσημερία, καὶ εἰ ἰσημερία, καὶ τροπαὶ θεριναί, καὶ εἰ τροπαὶ θεριναί, ἰσημερία, καὶ εἰ αὕτη, τροπαὶ χειμεριναί, ἀλλὰ καὶ εἰ χειμών, καὶ ἔαρ, καὶ εἰ ἔαρ, θέρος, καὶ εἰ θέρος, μετόπωρον, καὶ εἰ μετόπωρον, χειμών, πάλιν καὶ εἰ ἐπὶ τῶν πρώτων ῥηθέντων ἡ τάξις ὡρισμένη καὶ ἑστῶσα καὶ οὔτε ὑπολείπουσά λείπουσά ποτε οὔτε προλαμβάνουσα, ὅτι τῆς τούτων οὐσίας τε καὶ τάξεως αἰτία μόνη ἡ τῶν πρώτων κίνησις σωμάτων, οὐδενὸς εἰς αὐτὴν ἄλλου συντελοῦντος (διὸ καὶ τὸν χρόνον ἔστιν ἐπὶ τούτων ὁρίζοντας λέγειν, πότε ἐξ ἀνάγκης ἔσται), θέρη τε καὶ μετόπωρα καὶ χειμῶνες οὐκέθ᾿ ὁμοίως ἔχουσι τὸ ὡρισμένον, καίτοι γινόμενα κύκλῳ καὶ ἑπόμενα τῇ κινήσει καὶ αὐτὰ τῶν ἀιδίων, ὅτι ταῦτα καὶ ὑπὸ τῆς ὕλης πρὸς τὸ γίνεσθαι συνεργεῖται πασχούσης ὑπὸ τῆς ἐκείνων κινήσεως, ἥτις ἐπεὶ μὴ πάντῃ ὁμοίως ᾗ ἕπεται κατὰ τὰ πάθη ταῖς ἐκείνων κινήσεσί τε καὶ περιφοραῖς, οὐχ ὁμοίως τοῖς καθ᾿ ἕκαστον ὥρισται. ἔτι δὲ μᾶλλον τὸ ἀόριστον ἐν τοῖς πλειόνων δεομένοις συνεργούντων αὐτοῖς πρὸς τὸ εἶναι, ὧν ἐστι καὶ ἡ τῶν ζῴων γένεσις. διὸ ἀληθὲς ἐπ᾿ αὐτῶν καθόλου, ὅτι ἀίδιον ἕκαστον αὐτῶν κατ᾿ εἶδος (τούτου γὰρ αἰτία ἡ τῶν θείων περιφορά), τῆς δὲ τῶν καθ᾿ ἕκαστα γενέσεως, ἐφ᾿ ὧν τὸ πλεῖστον δύναται ἡ τῶν προσεχῶς ποιητικῶν αἰτία, οὐκ ἐπὶ τούτων ἀληθὲς τὸ εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον᾿, ἀληθὲς δὲ τὸ εἰ τὸ ὕστερον, ἐξ ἀνάγκης καὶ τὸ πρὸ αὐτοῦ᾿.