Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὡς δὲ ἦν τούτου τοῦ λόγου ἀπὸ συμβεβηκότος τοῖς πεπερασμένοις ἡ ἐπιχείρησις, ἀλλ᾿ οὐκ ἀπὸ τῆς οὐσίας τοῦ πεπερασμένου, καὶ ἀπὸ τῆς κατὰ τὴν αἴσθησιν συνηθείας, οὐκ ἀπὸ τῆς κατὰ τὸν λόγον ἀκολουθίας, οὕτω δὲ καὶ ἐπὶ τοῦ δευτέρου, ὃς ἀξιοῖ τὸν ἐν τῷ πέρατι τοῦ παντὸς γενόμενον ἐκτείνειν τε ἐπέκεινα τοῦ πέρατος ἢ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι τοῦ παντὸς ἐκτός. καὶ γὰρ οὗτος ἀπὸ τῶν ἐκ μερῶν πεπερασμένων τὴν ἐπιχείρησιν ἐπὶ τὸ πᾶν μεταφέρει καὶ ἀξιοῖ τοῖς ἀπὸ τῆς περὶ ταῦθ᾿ ἡμῖν αἰσθήσεώς τε καὶ ἀπ᾿ αὐτῶν φαντασίας γινομένης χρῆσθαι ὡς ἐπὶ πάντων οὕτως ἐχούσης. τὸ δ᾿ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ φαινόμενον ἀληθές. οὐ γὰρ εἰ φαντασίαν ἑαυτοῦ τις λάβοι ὄντος ἔν τισι τόποις, ἐν οἷς ἤ ποτε γέγονεν ἢ | οὐδὲ γέγονε τὴν ἀρχήν, διὰ τοῦτο καὶ ἔστιν ἔνθα. οἷόν τε τοῦ γὰρ μὴ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι ἱκανά μαρτύρια καὶ τὰ κοιμωμένων καὶ ἐργηγορότων κενὰ γινόμενα φαντάσματα, οἷς ὅμοιον καὶ τὸ ὑποτίθεσθαι ἐν τῷ πέρατί τινα γίνεσθαι τοῦ παντὸς τῶν δυναμένων ἐπέκεινα τοῦ πέρατος ἐκτείνειν τι κρατούμενον. τί γὰρ διαφέρει τῆσδε τῆς φαντασίας τε καὶ ὑποθέσεως τὸ ἐν τῷ μὴ ὄντι ἑαυτὸν γινόμενον ὑποτίθεσθαι καὶ ζητεῖν, πότερον αὐτὸν προσιόντα αὐτῷ παραδέξεται ἢ οὐ παραδέξεται, καὶ πότερον γινόμενος ἐν αὐτῷ στήσεται ἢ οὐδὲν τὸ ἀντιβαῖνον ἕξει καὶ ἐκτεῖναι τὴν χεῖρα δυνήσεται ἢ ἐμποδῶν ἔσται τι αὐτῷ, ὅτι γὰρ τούτων ὑποθετέον τί ἐστι τὸ μὴ ὄν. διὸ βέλτιον τὰς τοιαύτας φαντασίας ἐλέγχειν οὔσας κενάς, ἑπομένους ταῖς διὰ τῶν λόγων ἀποδείξεσι καὶ χρωμένους [*](1 γὰρ s. v. V αὐτοῦ V τὸ add. Sp. ἔχει S2 Sp.: ἔχειν libri 2 ἐν delevi 3 fortasse ⟨εἶναι⟩ ἐν ἐκτὸς αὐτοῦ scripsi: ἐκ τοσούτου libri 4 γινομένοις BSa Sp.: γινομένοι sic V 7 λαμβάνοντα Schwartz [ ἐπὶ] fortasse ἔτι 8 τι] τῆς a 11 τὸ del. S2 Sp. 13 δεικνύασιν scripsi: δείκνυσιν V: δεικνῦσιν Sp. 16 δὲ ἧν GFSa Sp.: δε ην sic V: δέην B τοῖς Vict. Sp.: τι ἡ V: τι ἣ B: τι ἧ F: τὶ ἡ Sa 20 τε] fortasse τι κωλυθήσεσθαι Sp.: κωλυθήσεται libi 21 ἐκ delei 22 τοῖς Sp.: τὰ libri 27 οἷόν τε delevi: οἶον ταί τε G: ᾤετο coni. Sp. 29 τῶν δυν.] δυνάμενον Schwartz 33 ἢ addidi: καὶ add. Vict. 34 ἠ V 35 fortasse τούτῳ)

106
τοῖς δεδειγμένοις διὰ πλειόνων, ταῦτα δ᾿ ἐστίν, ὅτι μὴ σῶμα οἷόν τέ τι ἄπειρον εἶναι μήτε τῶν ἁπλῶν μήτε τῶν συνθέτων, ἀλλὰ μηδὲ τὸ κενόν τι. καθόλου γὰρ ἀδύνατον ὑφεστάναι διάστημα ἄνευ σώματος. οὔτε γὰρ μῆκος οἷόν τέ τι εἶναι καθ᾿ αὐτὸ κεχωρισμένον σώματος, οὔτε πλάτος, οὔτ᾿ οὖν βάθος. τὰ γὰρ ὑπὸ τῶν γεωμετρῶν λεγόμενα διαστήματα ἐφ᾿ ἕν τε καὶ δύο καὶ τρία οὐχ ὡς ὑπόστασιν οἰκείαν ἔχοντα λέγονται πρὸς αὐτῶν. χωρίζονται γὰρ αὐτῇ τῇ ἐπινοίᾳ τῶν φυσικῶν σωμάτων, ἃ καὶ κυρίως | ἐστι σώματα, καὶ χωρὶς σώματος λαμβάνοντες ποιοῦνται περὶ αὐτῶν τοὺς λόγους ζητοῦντες καὶ δεικνύντες, τίνα ἐστὶ τὰ ὡς τοιούτοις αὐτοῖς ὑπάρχειν τε καὶ συμβεβηκέναι δυνάμενα. οἳ δὲ τὸ κενὸν εἶναι τιθέμενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης οἳ, λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἄλλ᾿ ἢ διάστημα διαστήματός φασιν εἶναι δεκτικόν. οὐδὲ γὰρ τὸ σῶμα κατ᾿ ἄλλο τί ἐστιν ἐν τόπῳ, ἢ κατὰ τὰς τρεῖς διαστάσεις τὰς ἐν αὐτῷ. οὐ γὰρ καθὸ χρῶμά τι ἢ χυμόν τινα ἢ ἄλλο τι τῶν συμβεβηκότων ἔχει τὸ σῶμα, ἐστὶν ἐν τόπῳ, ἀλλὰ κατὰ τὰ ἐν αὐτοῖς διαστήματα, ὧν εἰ δεκτικὸν τὸ ἴσον ἐστί, κενὸν ἔσται τὸ διάστημα γινόμενον ἐν διαστήματι· ἀλλ᾿ εἰ μὴ ἀρκεῖ τῷ σώματι πρὸς τὸ εἶναι τὸ οἰκεῖον διάστημα, ἀλλὰ ἄλλου ἴσου τοῦ ἐν αὐτῷ δεῖται διαστήματος, τί δή ποτε οὐ καὶ τὸ κενὸν ἐν ἄλλῳ τινὶ ἔσται διαστήματι, εἴ γε τὰ διαστήματα ἄλλων δεῖται πρὸς τὸ εἶναι διαστήματα; καί τοι εὔλογον, ὡς μῆκος οὐχ οἷόν τε ὑφεστάναι χωρὶς ὕλης αὐτό τι καθ᾿ αὑτό, ὁμοίως δὲ οὐδ᾿ ἐπίπεδον, οὕτω μηδὲ πρὸς τοῦτο ὃ προσειληφὸς τὴν τρίτην διάστασιν, βάθος ἣν ὀνομάζομεν, ὁποῖόν φασι τὸ κενὸν εἶναι. κενὸν μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἴη τὸ τοῦ παντὸς ἐκτός. δέδεικται δὲ διὰ πλειόνων καὶ | ὅτι μηδὲ σῶμά τι οἷόν τε ἄπειρον εἶναι· οὐδὲ γὰρ τὰ ἁπλᾶ σώματα οἷόν τε πλείω εἶναι τῶν πέντε σωμάτων, τεσσάρων μὲν τῶν ἐνύλων, πέμπτου δὲ τοῦ θείου σώματος καὶ κυκλοφορητικοῦ, οὔτε τι τούτων ἄπειρον εἶναι. δέδεικται δὲ καὶ ὅτι, τῶν ἁπλῶν ὄντων πεπερασμένων καὶ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος, ἀνάγκη καὶ τὰ ἐκ τῆς τούτων συνθέσεώς τε καὶ μίξεως καὶ κράσεως τὸ εἶναι ἔχοντα εἶναι καὶ αὐτὰ πεπερασμένα. δέδεικται δὲ ὅτι μηδὲ πλείους οἷόν τε κόσμους εἶναι, ἀλλ᾿ ἀνάγκη πᾶσαν τὴν τῶν σωμάτων φύσιν εἶναι ἐν τῷ κόσμῳ. ὧν οὕτως ἐχόντων οὐδὲν ἂν εἴη τοῦδε κόσμου, ὃ καὶ πᾶν ἐστιν, ἐκτός, οὔτ᾿ ἄλλου σώματος παρὰ ταῦτα εἶναι, οὔτε κενοῦ τινος διαστήματος ὄντος ἔξω τῆς διαστάσεως τῶν σωμάτων, ἃ πάντα ἀναιρεῖν ἄτοπον βραχείᾳ τινὶ ἐνδόντας πιθανότητι, ἀλλὰ χρὴ τοὺς θαρροῦντας πρὸς τοὺς ἐξετάζοντας, εἰ ὁ γενόμενος ἐν τῷ πέρατι τοῦ παντὸς ἐκτείνει τὴν χεῖρα ἢ κωλυθήσεται, λέγειν ἀποκρινομένους, ὅτι οὐκ ἐκτενεῖ, ἀλλὰ κωλυθήσεται, κωλυθήσεται δὲ οὐχ ὡς αὐτοὶ λέγουσιν, ὑπό τινος ἀντιβαίνοντος ἐκτὸς περικειμένου τῷ παντὶ, ἀλλὰ πολὺ μᾶλλον ὑπὸ [*](2 τι in lit. V 10 οἳ scripsi: οἱ libri 12 οἴ delevi ἄλλ᾿ scripsi: ἀλλ᾿ libri 16. 17 fortasse ἐστὶ κενόν, 18 τοῦ] fortasse τῷ 21 οὐχ᾿ οἷόν τε Sp.: οὐ μόνον τε libri 22 fortasse μηδ᾿ ὃ π. τού τῳ (sic Sp) [τὸ] 24 [τὸ] fortasse τι 25 οὕτε coni. Sp. 31 πᾶσαν Vict.: πᾶσα libri 33 τοῦδε ⟨τοῦ⟩ coni. Sp. 34 εἶναι] fortasse ὄντος 35 ἃ πάντα Sp.: ἅπαντα libri 38 κωλυθήσεται add. Sp.)
107
τοῦ μηδὲν εἶναι. πῶς γὰρ ἄν τις εἰς τὸ μηδὲν ἐκτείναι τι, ἢ πῶς ἂν ἐν τῷ μηδὲ ὅλως ὄντι γένοιτο, τὴν ἀρχὴν γὰρ οὐδ᾿ ἂν ὁρμήν τι λάβοι εἰς τὸ ἐκτείνειν τι τῶν αὐτοῦ μερῶν ἐν τῷ μηδενί· τοιαύτη γὰρ ἡ τοῦ μὴ ὄντος φύσις.