Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐπεὶ τὸ ἐφ᾿ ἡμῖν ἐστι ἐν λογικῇ συγκαταθέσει (διὰ τοῦτο γὰρ ἐν μόνῳ τῷ ἀνθρώπῳ τὸ ἐφ᾿ ἡμῖν, ὅτι καὶ μόνος τῶν ζῴων ἄνθρωπος λογικός τέ ἐστι καὶ βουλευτικός), συγκατατίθεται μὲν γὰρ καὶ τὰ ἄλογα ξῶα, ἀλλὰ ταῦτα μὲν ταῖς φαντασίαις ταῖς ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθήσεων γινομέναις ἐν αὐτοῖς ἑπόμενα καὶ τῷ ἀπὸ τούτων ἐν αὐτοῖς γινο- μένῳ πάθει τὰς συγκαταθέσεις ποιεῖται ἀγόμενα ὑπ᾿ αὐτῶν, ἂν ἐκεῖνα ἄγῃ, ὁ δ᾿ ἄνθρωπος, ὅταν ὡς ἄνθρωπος ποιῆται τὰς συγκαταθέσεις, δεῖται πρὸς ταῖς φαντασίαις καὶ λόγου, ὃν ἔχων παρὰ τῆς φύσεως πρὸς τὴν τῶν τοιούτων κρίσιν ἄνθρωπός ἐστιν, δι᾿ οὗ λόγου κρίνει τὰ φαντάσματα. διὸ κἂν βουλευομένῳ περὶ τῆς προσπεσούσης φαντασίας αὐτῷ μὴ τοιοῦτον δοκῇ, ὁποῖον τήν ἀρχὴν ἐφαίνετο, οὐ συγκατατίθεται αὐτῇ, συγκατατιθέ μενος ἂν τῷ ὅσον ἐπὶ τῷ ἀπὸ τῆς φαντασίας πάθει, καὶ ἔστι προαίρεσις ἡ τοιαύτη συγκατάθεσις ὄρεξις οὖσα βουλευτική. τὸ γὰρ ἐκ τῆς βουλῆς περὶ τοῦ ἐκ τοῦ αἰσθητοῦ τε καὶ πρὸ αὐτοῦ προκριθὲν ἡ προαίρεσις. εἰ μὲν οὖν καὶ βουλευομένοις ἡμῖν εἵπετο τῇ φαντασίᾳ συγκατατίθεσθαι, οὐκ ἂν ἦν ἐφ᾿ ἡμῖν οὐδ᾿ ἡ μετὰ τῆς βουλῆς συγκατάθεσις, ἐπεὶ δὲ ἀλλοιοτέραν ἡμῖν πολλάκις τὸ βουλεύσασθαι τὴν συγκατάθεσιν ποιεῖ τὴν ἐπὶ φαντασίᾳ τοῦ ἀπ᾿ αὐτῆς πάθους, οὐκέτ᾿ ἂν εὐλόγως ταῖς φαντασίαις λεγοίμεθα συγκατατίθεσθαι. ἐπεὶ μηδὲ ταῖς φαντασίαις συγκατατιθέμεθα, ἦν δὲ τοῦ ἐφ᾿ ἡμῖν ἀναιρετικὸν τοῦτο, οὐδ᾿ ἂν τὸ ἐφ᾿ ἡμῖν εἶναί τι ἀναιροῖτο. καὶ γὰρ εἰ μὲν εἵπετο πάντως ἡμῖν τὸ βουλεύεσθαι ἐπὶ πάσῃ φαντασίᾳ, ἴσως ἂν ἐδόκει καὶ αὐτὸ οὐκ ἐφ᾿ ἡμῖν εἶναι, ἀλλὰ σύμπτωμά τι τῆς φαντασίας γενόμενον ὑπ᾿ αὐτῆς, οὗ παρ᾿ ἐκείνης τὸ εἶναι ἔχοντος ἔδοξεν ἂν καὶ ἡ ἐπ᾿ αὐτῷ συγκατάθεσις κατ᾿ ἐκείνην γίνεσθαι, καθ᾿ ἣν καὶ τὸ βουλεύεσθαι, ἐφ᾿ ἡ συγκατάθεσις. εἰ δὲ μὴ ἡ φαντασία τοῦ βουλεύεσθαι τὸν ἄνθρωπον κυρία, ἀλλ᾿ ἔστιν ἐπ᾿ αὐτῷ καὶ τὸ βουλεύσασθαι καὶ τὸ μή (πολλαῖς γοῦν φαντασίαις χωρὶς τοῦ βουλεύσασθαι συγκατατιθέμεθα τοῖς ἀλόγοις ζῴοις παραπλησίως), οὐδ᾿ ἂν ἡ τοιαύτη συγκατάθεσις τῆς φαντασίας ἔργον εἴη ὑπεναντιουμένη ἐν πολλοῖς τε αὐτῇ καὶ πολλαχῶς. ὅτι δ’ ἡμεῖς τοῦ βουλεύεσθαι περὶ τῶν φαντασιῶν κύριοι, δῆλον ἔκ τε τοῦ προειρημένου τοῦ ἡμᾶς ἔχειν τὴν ἐξουσίαν τοῦ βουλεύσασθαί τε καὶ μή, καὶ μὴ τὴν φαντα|σίαν εἶναι τούτου κυρίαν. εἰ γὰρ μὴ φαντασία, τί ἂν ἄλλο [*](7 μόνῳ Sp.: μὲν libri μόνος Sp.: μόνων libri (μόνων sic V) 16 αὐτῇ scripsi: αὐτῷ libri 17 pr. τῷ] τὸ a Sp.: fortasse delendum 19 τε del. Schwartz 21 ἡ Schwartz: ἦν] libri 23 λεγοίμεθα Sp.: λεγόμεθα libri 24 μηδὲ] fortasse δὲ μὴ 26 μὲν Vict. Sp.: μὴ Va τὸ Sp.: τοῦ libri 34 αὐτῇ Sp.: αὐτῆς libri: αὐτοῖς Vict. 37 φαντασία Sp.: φαντασίαν libri 37. p. 108, 1 ἄλλο τεθείη Vict.: ἀλλοιωθείη libri)

108
τεθείη παῤ ἡμᾶς τὸ κύριον τοῦδε; οὐ γὰρ ἐπεὶ κοινότερον λέγομεν φαίνεσθαι ἡμῖν καὶ τὸ κατὰ τὸν λόγον εὑρεθέν τε καὶ δόξαν, ἤδη χρὴ φαντασίαν τε καὶ ἐπὶ φαντασίᾳ λέγειν τὴν τοιαύτην συγκατάθεσιν, εἴ γε ἡ κυρίως φαντασία ἐστὶν κίνησις ὑπὸ τῆς κατ᾿ ἐνέργειαν αἰσθήσεως. ἀλλὰ τὸ ἐπαινεῖσθαι μὲν τοὺς βουλευομένους, ψέγεσθαι δὲ τοὺς μή, σημεῖον τοῦ ἐφ᾿ ἡμῖν εἶναι τὸ βουλεύεσθαι καὶ μὴ τῆς φαντασίας ἔργον. οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι ἐπὶ τοῖς ἐφ᾿ ἡμῖν, διὸ ἐπὶ ταῖς φαντασίαις οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, εἰ μή τισιν αὐτῶν ἡμεῖς αἴτιοι, ἐπὶ δὲ ταῖς ἐπ᾿ αὐταῖς συγκαταθέσεσιν ἤδη τούτων θάτερον. ψεγόμεθα γὰρ καὶ τῶν φαντασιῶν ἐπ᾿ ἐκείναις, ὅσαι γίνονταί γε δι᾿ ἀνασκησίαν ἡμῖν τοιαῦται, ἧς ἀσκήσεως ἡμεῖς ἦμεν κύριοι. ἐπεὶ τὸ συμβούλους παραλαμβάνειν ἢ καὶ τοῦδε μᾶλλον ἢ ἀντὶ τῶνδε ἐφ᾿ ἡμῖν, δῆλον ὡς ἐφ᾿ ἡμῖν καὶ τὸ βουλεύεσθαι τὴν ἀρχήν. εἰ γὰρ ἐφ᾿ ἡμῖν τὸ τοῖσδε χρήσασθαι συμβούλοις, δι᾿ υὓς ἡ τοιαύτη συγκατάθεσις, ἐφ᾿ ἡμῖν καὶ τὸ βουλεύεσθαι. ἐπεὶ περὶ τῶν ἐκ προνοίας ἁμαρτανομένων μείζους αἱ κολάσεις ὡς κατὰ προαίρεσιν πεποιηκότων, δῆλον ὡς καὶ πᾶν τὸ ἐκ προνοίας γινόμενον ἐφ’ ἡμῖν. |