Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἢ οὐκ ἔστιν ἐκεῖνο, ὧν ἐστιν ἔργον τι, εἴ γε ἔργον μὲν τὴν ἐνέργειαν λέγει τὴν ὡς τέλος, τῷ δὲ οὐδὲν τέλος ἐστίν. ἡ γὰρ οὐσία αὐτοῦ ἐνέργειά ἐστιν, ἀλλ᾿ οὐκ ὄν τι ἄλλο, ἔπειτα ἐνέργεια. δῆλον δὲ τοῦτο δἰ ὃ ἐπήνεγκεν ὅ ἐστιν, ἐπεὶ δὲ ὁ οὐρανὸς τοιοῦτος. σῶμα ἄρα θεῖον᾿, ἐκεῖνο γὰρ οὐ τοιοῦτον.