Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τῷ ἐφ᾿ ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ᾿ ἡμῖν. ἀδύνατον τὸ οὖν τῷ ἐφ᾿ ἡμῖν τι εἶναι τὸ ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ᾿ εἱμαρμένην, εἴ γε ταῦτα καθ᾿ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ᾿ ἡμῖν τι εἶναι καθ᾿ εἱμαρμένην. τῷ δὲ ἐφ᾿ ἡμῖν τι εἶναι καθ᾿ εἱμαρμένην σώζοιτο ἂν τὸ ἐφ᾿ ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ᾿ εἱμαρμένην λέγοντας. ἢ οὐκ ἀληθὲς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο εἶναι καθ᾿ εἱμαρμένην. εἰ μὲν γὰρ ταὐτὸν ἦν τὸ ἐξ ἀνάγκης τῷ καθ᾿ εἱμαρμένην, ἦν ἂν ὥσπερ τοῦ ἐξ ἀνάγκης ὁρισμὸς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, οὕτως καὶ τοῦ καθ᾿ εἱμαρμένην. ἐπὶ πλέον δὲ τὸ ἐζ ἀνάγκης τοῦ καθ᾿ εἱμαρμένην· οὐ γὰρ πᾶν τὸ ἐξ ἀνάγκης καθ᾿ εἱμαροὐδὲ [*](2 αὐτὸ τὸ G: οὐδὲ τὸ αὐτὸ (αὐτὸ s. v.) F ἡμτν V¹FS: ἡμῖν ἄρα ἐφ᾿ ἡμῖν B2S2a Sρ.: ἡμῖν ἄρα V2B1 Vict. H 3 ὃ V¹: οὓς ἄρα V²B2S2Ha Sp.: ἄρα G: οὓς οὖν ἄρα F 4 pr.  ἐφ᾿] μὴ ἐφ᾿ Vict. τοῦτο Diels ἢ add. V2S2BHa Sp. 5 τὸ ἐφ᾿ VB¹S¹H Vict.: ἐφ᾿  B2S2a: μὴ τὸ ἐφ᾿ ἡμῖν τι coni. Sp. 10 καὶ τὸ μὴ B²S2a Sp.: μὴ καὶ τὸ VHB¹FS1 11 ἐφ᾿ ἡμῖν (μ in lit.) δῆλον ὡς οὖν τὰ VHB: ἐφ᾿ ἡμῖν ἐφ᾿ ἡμῖν δῆλον ὡς οὖν τὰ H (γρ.) GFSa: ἐφ᾿ ἡμῖν ἐφ᾿ ἡμῖν δῆλον οὖν ὧν τὰ Vict. Sp.: apodoseos initium videtur δῆλον ὡς ὧν τὰ, protasis fortasse καὶ γὰρ εἰ δι᾿ οὗ τ. ἀ. τ. ἐφ᾿ ἡμῖν [οὐκ] ἐφ᾿ ἡμῖν δ. τ. τόδε ἐφ᾿ ἡμῖν 12 μὴ] exspectas τὰ 13 alt. τό del. Sp. fortasse ⟨οὐδ᾿⟩ ἐν 14 τοῦ Sp.: τὸ libri 15 ἃ add. Vict. 20, 21 ἀδύνατὸν (sic) τὸ οὖν V: ἀδύνατον τὸ οὖν BFS1B1: τὸ οὖν B²S2a Sp.: fortasse καὶ δυνατόν. τὸ οὖν 21 τὸ post εἷναι del. Sp. 24 τῷ scripsi: τὸ libri 25 σώζοιτο] σώζοι τὸ V: σώζοι ἂν τοὺς Sp. κατὰ τοὺς ἅπαντα scripsi: κατ ὑσίαν (sic, supra τ m1 α) πάντα V: κατὰ οὐσίαν πάντα ceteri 27 τὸ] τῷ H 27. 28 τῷ καθ VB Vict. Sp.: τὸ καθ᾿ HSa: τὸ οὐ καθ F 28 ἦν add. Sp. τοῦ om. a τὸ ᾧ τὸ H Vict. B Sp.: τὸ τὸ· sic V: τῶ τὸ FSa)

52
μένην. τέσσαρα γοῦν τὰ δὶς δύο ἐξ ἀνάγκης, οὐ μὴν καθ᾿ εἱμαρμένην, εἴ γε ἐν τοῖς γινομένοις τὸ καθ᾿ εἱμαρμένην, ὥστ᾿ οὐκέτ᾿ ἂν ὁρισμὸς εἴη τοῦ καθ᾿ εἱμαρμένην ὁ λόγος ὁ λέγων, οὗ τὸ ἀντικείμενον ἀδύνατον, ἀλλ᾿ ὑπάρχοι μὲν ἂν καὶ τοῦτο τοῖς καθ᾿ εἱμαρμένην, ἐπεὶ καὶ αὐτὰ ἀναγκαῖα, οὐ μὴν ὡς ἐπ᾿ ἴσης αὐτοῖς εἶναι. εἰ δὲ μὴ ἐπ᾿ ἴσης, οὐκ ἐπιστρέψει. οὐ δεῖται πάντως τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ᾿ εἱμαρμένην, ἀλλὰ ἀναγκαῖον τοῦτο, οὗ γὰρ ὁρισμὸς ὁ προειρημένος λόγος. τὸ ἐφ᾿ ἡμῖν δή ἐστιν ἀναγκαῖον μέν, ὅτι πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὃν ἀναγκαίως αὐτῷ ὑπάρχει, οὐ μὴν καθ᾿ εἱμαρμένην. οἷς γὰρ καθ᾿ εἱρμὸν αἰτίων γινομένοις τὸ ἀντικείμενον ἀδύνατον, ταῦτα εἴη ἂν καθ᾿ εἱμαρμένην.