Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Οὐκ ἐπεὶ μᾶλλον θερμὸν τοῦ ὡς στοιχείου πυρός, ὃ καὶ ὑπέκκαυμα λέγεται, ἡ ζέσις τοῦ πυρός, ὁποῖόν ἐστι καὶ τὸ παῤ ἡμῖν πῦρ, ἤδη ἐν [*](7 καὶ del. Vict. 10 εἰ καὶ τὰ τοῦ Vict.: οὐ καὶ τὰ τοῦ VHBSFa: οὐκ ἀπὸ τοῦ G: εἰ καὶ τοῦ Sp. ἂν add. Sp. 11 ἐκεῖναι] ἐκείναις Vict. (?) τῷ τοῖς Vict. Sp.: τούτοις libri 15 αὐτὰς Sp.: αὐτῶν libri 17 αὐτὰς Sp.: ἑαυτοῖς libri 1> μονὴ a 21 ἀλλὰ πάντα scripsi: διὰ πάντα libri (διαπαντα esic V) ἤ γέ scripsi: ἡδὲ libri (ἡδε V): ἢ διά Vict. 24 αὐτὰς Vict.: αὐτοῦ (οῦ in lit. V) libri 25 αὐτὰς Sp.: αὐτοὺς libri 29 οὐκ add. a Sp. et tab.)

62
ἐκείνῳ τὸ ἔλαττον θερμὸν μίξει τοῦ ἐναντίου. ἡ γοῦν φλὸξ ἔλαττον μὲν θερμὸν τοῦ πεπυρωμένου σιδήρου, ἀλλ᾿ οὐ ψυχρότητος μίξει, ἀλλ᾿ ἔστιν ἡ | ἐπίτασις ἐν τῷ σιδήρῳ παρὰ τὴν τῆς ὕλης στερεότητά τε καὶ ἀντιτυπίαν. τῷ γὰρ ἀντιβατικὴ εἶναι καὶ μὴ εἰκτὴ καὶ τὸ ἐν αὐτῇ θερμὸν τοιοῦτον παρέχεται. καὶ τὸ ὡς στοιχεῖον δὴ πῦρ, τὴν φύσιν ὂν μανόν τε καὶ ξηρὸν καὶ ἄμικτον ὕλης χορηγίαν παρέχειν δυναμένης τοιούτῳ πυρί, οὕτω θερμόν ἐστιν. ἀμέλει ταῦτα αὐτοῦ ἐξάπτεται, ὅσα ἐν αὐτῷ πίλησίν τινα ἔχει καὶ πυκνότητα καὶ τῷ τοιούτῳ πυρὶ τροφήν. διὸ καὶ εὐλογώτερον ἄν τις λέγοι τὸ τοιοῦτο πῦρ μεμῖχθαι τῷ ἐναντίῳ. τροφῆς γὰρ τοῦτο δεῖται καὶ σώζεται, ἕως ταύτην ἔχῃ. τροφὴ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἔτι οὖν ἐπεὶ ὕλη τὸ τοιοῦτο πῦρ, ἔχοι ἄν τι καὶ τοῦ ἐναντίου αὐτῷ ὃ φέρον εἰς αὐτὸ μεταβάλλει. τὸ δὲ οὐκ ἐπὶ τροφῇ πῦρ, ἀλλ᾿ εἱλικρινές τε καὶ καθαρὸν ἄμικτον τοῦ ἐναντίου, τὸ καθ᾿ αὐτὸ ὑφεστός, ὡς καὶ τῶν ἄλλων στοιχείων ἕκαστον.