Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παῤ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗται τοῦ οἰκείου τεύξονται τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ καὶ τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ᾿ οὕς μὲν τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ· καθ᾿ οὓς δὲ τὸ προκείμενόν ἐστιν αὐταῖς τέλος, εἰ καὶ τὰ τοῦ τέλους μὴ ὁμοίως τυγχάνει, οὐ διαφέροιεν ⟨ἂν⟩ αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται, καὶ τὴν ἀποτυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου· ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παῤ αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ· ταῦτα γὰρ ποιούντων τὰ παῤ αὐτὰς γίγνεται. ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι, μηδὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, ἀλλὰ πάντα ἤ γέ τινα καὶ ἄλλως ἐν αὐταῖς οὐχ ὡς προσεδοκᾶτο ἔσεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης. ἢ τέλος μὲν καὶ ταύταις τὸ τυχεῖν τούτου οὗ χάριν πάντα τὰ παῤ αὐτὰς ποιοῦσι, διὰ τοῦ πάντα τὰ παῤ αὐτὰς ποιῆσαι, ἔργον δὲ ἴδιον αὐτῶν τὸ πάντα τὰ παῤ αὐτὰς πρὸς τὸ τυχεῖν τοῦ προκειμένου ποιῆσαι τῷ μὴ μόνον τοῦτο ἀρκεῖν πρὸς τὸ τοῦ προκειμένου τυχεῖν, ἀλλὰ δεῖν καὶ ἄλλων τινῶν, ἃ οὐκ ἔστιν ἐπὶ τῇ τέχνῇ.