Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

2. A. Καὶ γὰρ εἰ ἀναγκαῖον μὴ γενέσθαι ταῦτα τῷ κεκωλῦσθαι γενέσθαι οὐ γίνεται, ταῦτα οὐδὲ δυνατὰ γενέσθαι, εἴ γε δυνατὸν ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν.

B. Ὀρθῶς λέγεις.

A. ἄρα ἀναγκαῖον μὴ γενέσθαι, ταῦτ’ οὐκ ἔστι δυνατὰ γενέσθαι· περὶ ὧν δὲ οἷόν τε προλέγοντας ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη μὴ γενέσθαι, εἴ γε περὶ ὧν προλέγων τις ὡς ἐσομένων ἀληθεύει, ταῦτ’ ἀναγκαῖον γενέσθαι.

B. Πῶς γὰρ ἄλλως;

A. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτ’ οὐκ ἔσται δυνατὰ γενέσθαι.

B. Πῶς γὰρ ἂν εἴη δυνατὰ γενέσθαι, ὧν τὰ ἀντικείμενα ἐξ ἀνάγκης γίνεται;

A, Ἀλλ᾿ εἰ περὶ πάντων τῶν παρὰ τὴν εἱμαρμένην οἷόν τε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, οὐδὲν τῶν παρὰ τὴν εἱμαρμένην δυνατὸν ἔσται γενέσθαι.

B. Ὀρθῶς λέγεις.

A. Ἀλλὰ μὴν καὶ περὶ ὧν σἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη γενέσθαι· ἃ δ᾿ ἀνάγκη γενέσθαι, ταῦτ’ οὐχ οἷόν τε μὴ γενέσθαι.

B. Οὐ γὰρ οἷόν τε.

A. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτ’ οὐχ οἷόν τε μὴ γενέσθαι καὶ περὶ πάντων τῶν γινομένων οἷόν τε προλέγοντας ὅτι ἔσται ἀληθεύειν.

B Πῶς γὰρ ἄλλως ἐνδέχεται λέγειν,

A. Οὐδὲν τῶν καθ᾿ εἱμαρμένην γινομένων οἷόν τε μὴ γενέσθαι.

B. Οὐ γὰρ σἷόν τε.

A. Ἀλλ᾿ εἰ δυνατὸν μὲν ὅ οἶόν τε καὶ μὴ γενέσθαι, οὐδὲν δὲ τῶν καθ᾿ εἱμαρμένην οἷόν τε καὶ μὴ γενέσθαι, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων δυνατὸν εἴη. πᾶν γὰρ οἷόν τε καθ᾿ οὓς πάντα τὰ γινόμενα καθ᾿ [*](1 πώς RB2SGFLa: ὅπως VB1 κατὰ] καὶ τὰ R τινας] νας in lit. V 3 ὀρθῶς] ὅρα ὡσ V1 (corr. V2 4 ταῦτα] ταυτα V: fortasse ἃ cf. l. c. p. 625 5 ταυτα V1 οὐδὲ δυνατὰ FSB2La Sp.: οὐδ᾿ ἀδύνατα VB¹R: οὐδὲ δύναται G ὃ οἷόν τε B² Vict. Sp.: οἷόν τε VRB¹: ὅτε FSLa 6 ἂν add. B² Sp. 9 προλέγοντα coni. Sp. ἔσται B2S2a Sp.: ἔστι VB¹S¹R2. 13 τοῦτ’ a 15 ὧν δ᾿ vel ἄρα coni. Sp. 20 ὀρθῶς— γενέσθαι (22) om. R 22 γενeσθαι V οὐχ] οὐ in lit. V 24 οὐ—γενέσθαι (26) om. R 25 ἄρα add. post ὧν a Sp. 26 οἴονταὶ sic V (eorr. V2 γενομένων a προλέγοντα coni. Sp. 29 οὐδὲν ἄρα a γενομένων a 31 μὲν ὃ coni. Sp.: μὴ R: μὲν libri δὲ om. R 32 οἷόν τε — εἱμαρμένην om. μὴ s. v. V 33 ἂν εἴη L πὓε VRB¹ a: σὓς δὲ B²: οὗ LF: fortasse πᾶν γάρ, ⟨εἰ⟩ καθ’ οὓς τὰ om. BR)

12
εἱμαρμένην γίνεται, οὐδὲν τῶν γινομένων ὡς δυνατὸν καὶ μὴ γενέσθαι γίνεται. ἐδείχθη δ᾿ ὅτι μηδὲ τῶν παρὰ τὴν εἱμαρμένην δυνατόν τι ἔστιν. οὐδὲν δυνατόν ἐστιν, εἴ γε πᾶν μὲν ἢ καθ᾿ εἱμαρμένην ἢ παρὰ τὴν εἱμαρμένην, οὐδέτερον δὲ δυνατὸν αὐτῶν.