Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

1. A. Ἆρά σοι δοκεῖ τὰ καθ᾿ εἱρμὸν αἰτίων γινόμενα οὕτως γίνεσθαι ὡς πάντων τε αὐτῶν προκαταβεβλῆσθαι τὰς αἰτίας καὶ ἐξ ἀνάγκης ἕκαστον αὐτῶν ἕπεσθαι τῷ αἰτίῳ προκαταβεβλημένῳ;

B. Πῶς γὰρ ἄλλως οἷόν τε γίνεσθαι λέγειν τὰ τοῦτον γινόμενα τὸν τρόπον;

[*](2 σωκράτην a 4 γίνεται B²: ἂν γίνοιτο coni. Sp. καθ᾿ ἕκαστον a 7 fortasse οὐδέ 11 ἕκαστος] ἕκαστον V1G 13 καθεκάστην a Sp. 18 τὸ V ἄλλων S2 a Sp.: ἄλλοις VFGBS1L 19 ἄλλως B²S² 20 ὁ ὁρισμὸς a 28 fortasse ἐστιν ⟨κατ᾿ εἶδος⟩ 29 cf. quae ἀisputavi de hoc capite in Mus. Rhen. 44 619 sq. διαλόγω V 31 αἰτίων (accentus et α? m2) V 33 αιτίῳ V¹ 34 ἄλλως FGSLB2 a Sp.: ὅλωσ εἰ VB1)
9

A. Τὸ δ᾿ ἐξ ἀνάγκης ἑπόμενον αἰτίῳ τινὶ ὡρισμένῳ τε καὶ προκαταβεβλημένῳ ἆῤ οὐ δοκεῖ σοι κεκωλῦσθαι ὑπ᾿ αὐτοῦ ἄλλως πως μὴ γίνεσθαι ἢ ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν;

B. Δοκεῖ καὶ τοῦτο.

A. Ἀλλὰ μὴν ὃ μὴ γίνεται τῷ κεκωλῦσθαι γενέσθαι, οὐκ ἂν δυνατὸν ἐκεῖνο γενέσθαι λέγοιτο, εἴ γε δυνατόν ἐστι τοῦτο ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν; καθ᾿ οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κεκωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν· τοῦτο δὲ κεκώλυται γενέσθαι.

B. Ὀρθῶς μοι καὶ τοῦτο δοκεῖς λέγειν.

A. Ἀλλ᾿ εἰ ταῦτα τοῦτον ἔχειν σοι δοκεῖ τὸν τρόπον, δῆλον ὡς συγχωροίης ἂν καὶ τῷ τούτοις ἑπομένῳ. ἔστι δὲ τοῦτο, τῶν γιγνομένων κατὰ εἱρμὸν αἰτίων καὶ κατ᾿ αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνεσθαι δυνατόν. ἕποιτο δ᾿ ἂν τούτῳ κειμένῳ τὸ καθ᾿  οὓς πάντα γίνεται καθ᾿ εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ γινόμενον μὴ γίνεσθαι διὰ τὸ μὴ κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκαταβεβλημένων τῶν γινομένων αἰτίων.

B, Πῶς γὰρ οὐ συγχωροίην ἂν οἷς φθάνω συγκεχωρηκώς.

A. Ἀλλὰ μὴν ἔκειτο ἡμῖν καὶ τὸ πάντα τοῦτον γινόμενα τὸν τρόπον ἐξ ἀνάγκης γίνεσθαι.

B. Ἔκειτο γάρ.

A. Οἷς πάλιν ἕποιτ᾿ ἂν τὸ μόνα εἶναι ταῦτα δυνατά, ὅσα ἐξ ἀνάγκης γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται, τὰ δ᾿ οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα.

B. Λέγεις ὀρθῶς.

A. Αλλὰ μὴν καθ᾿ οὓς πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται.

B. Πῶς γὰρ ἄλλως.

A. Καθ᾿ οὓς ἄρα πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους μό ὃ ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἢ ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ᾿ αὐτούς. |

B. Ἀνάγκη γάρ.

A. Ἀλλὰ μὴν τὰ ἐξ ἀνάγκης γινόμενα οὐχ οἷόν τε μὴ γενέσθαι· ὃ γὰρ οἷόν τε μὴ γενέσθαι, ἐνδέχεται τοῦτο καὶ μὴ γενέσθαι, τὸ δὲ ἐνδεχόμενον [*](2 πῶσ (acc. del. m2) V: fortasse πως 〈ἢ〉 6 λέγοιτο corr. ex λέγοι τε V ὃ ante δυνατόν transposuit a 8 δυνατόν] α s. v. V: δε V 10 δοκεῖ om. FGSLa Sp. ante δῆλον iteratum δοκεῖ del. V: om. BR: δοκεῖ δῆλον FGSLa 13 κειμένῳ] ῳ in lit. V 14 μόνα VBR²S²: πάντα FGS¹L: μόνον a Sp. τῷ VBR: αὐτῷ FGSLa Sp. 15 μὴ del. V: om. libri 18 ἀλλαμὴν V 19 ἀνάγ|////κησ V 22 μὲν δύναται a 24 μόνα] α in lit V 30 fortasse γίνεται, ⟨γίνεται⟩· ὡσθ᾿ ὃ ἔστιν ἢ ἔσται, cf. l. c. 622 ἢ τὸ ἔσται a εἶναι δυνατὸν a 31 αὐτοὺς ⟨ἀνάγκη⟩. B. Ἀνάγκη coni. Sp. 33 οὐχ] fortasse οὕτως μὴ delendum videtur cf. ib, καὶ om. R)

10
μὴ γενέσθαι δυνατὸν μὴ γενέσθαι, ὥστε τὸ ἀναγκαίως γινόμενον ἔσται δυνατὸν μὴ γενέσθαι.

B. Ὀρθῶς λέγεις.

A. Ἀλλ᾿ εἰ δυνατὸν μὴ γενέσθαι τὸ ἀναγκαίως γινόμενον μόνον, εἴη ἂν καὶ δυνατὸν γενέσθαι τὸ ἀναγκαίως μὴ γινόμενον μόνον, οὕτω τε ἔσται τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ ἂν τοῖς πάντα γίνεσθαι καθ᾿ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐδ᾿ ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ᾿ ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν. γνώριμον δὲ τοῦτο ἐκ τοῦ μηδὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ᾿ οὓς καθ᾿ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινό|μενα καθ᾿ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινομένοις εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν σἷόν τε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην; τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις’’, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως· πάντων δὲ καθ᾿ εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ᾿ εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποιοῦντι ἔσται καθ᾿ εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατηναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς ἀναγκαίως ἐσομένοις;

B. Ἀλογώτατον μὲν οὖν.

A. Καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ᾿ εἱμαρμένην γινόμενα καὶ [*](2 δυνατὸν VFBR: ἀδύνατον GSLa Sp. 3 ὀρθῶς—γενέσθαι (4) om. F 4 δυνατόν VB: ἀδύνατον SLFGa Sp.: μὴ δυνατόν R μόνον om. 5 ἀναγκαίως B2 coni. Sp.: ἀναγκαῖον libri 6 γίνεσθαι] γενέσθαι a γε] τε R 8 fortasse ἀτόπου ⟨ἀτοπώτερον⟩ γένοιτ’ ἂν cf. l. c. p. 624 10 ἀνάγκης] να in lit. V 12 λέγοντα γίνεσθαι οὐκ R 13 οὔτε γινόμενον VB¹S¹RL: οὔτε τὸ γινόμενον B2S2a Sp.: fortasse ἅτε γινόμενον B 15 βία V 16 πάντα γινόμενα R 18 ἂν τῶν (ἂν τῶ m 2 in lit.) B: θᾶττον VR: | ἆρα τὸν F: ἄρα τῶν GSLa Sp. 18. 19 γινόμενον a 19 γένοιτο a 21 οἶόν τε B2GFLa Sp.: οἱονται sic V: οἴονται B¹R 23. 24 πείσεται FGS¹L Sp.: πείσεσθαι VBRS²a 24 δόξαι B2 coni. Sp.: δόξῃ VB¹R: δόξει GSLa 25 δὲ V2BR Vict.: οὖν G: om. V1LGSa 26 τὴν τάξιν Vict. 28 ὅπως VFB1LR: ὃ πῶς GB2Sa: fortasse καὶ πῶς 29 ἀντιπράττειν a 30 ἐσομένοις RB: ἑσομένοισ V: ἑπομένοις SLGa Sp.)

11
κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; |

B. Ὀρθῶς λέγεις.