De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

// κινεῖ δὲ ἡ ψυχὴ τὸ σῶμα οὐχ ὡς αὐτὴ κινουμένη τε καὶ οὕτω κινοῦσα αὐτό (αὐτὴ γὰρ ἀκίνητος καθ᾿ αὑτήν), ἀλλ᾿ ὡς αἰτία τῷ ζῴῳ τῆς κινήσεως, ὡς ἡ ἐνυπάρχουσα βαρύτης τῇ γῇ τῆς εἰς τὸ κάτω κινήσεως.

οὐ γὰρ πάντα τὰ κινοῦντα ὁμοίως κινεῖ. ἄλλως μὲν γὰρ οἱ βοῦς τὴν ἅμαξαν κινοῦσιν, ἄλλως τὸ ἀγαθὸν καὶ ἐφετὸν καὶ τὸ ὀρεκτὸν κινεῖ τὰ ἐφιέμενα αὐτοῦ· οὐ γὰρ κινούμενον.

διὸ καὶ ἐμψύχων ἡ ὑπὸ τῶν τοιῶνδε κίνησις.

ἡ δὲ ψυχὴ κινεῖ τῷ κατ᾿ αὐτὴν ἡμᾶς νοεῖν [*](143v) τε καὶ προαιρεῖσθαι·