De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ μὲν οὖν ἀγαθὸν τῷ νοηθῆναι κινεῖ, ἡ δὲ ψυχὴ τῷ νοῆσαι.

ὡς γὰρ διὰ τὰς τέχνας καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται κινοῦνται, καὶ εἰσὶν αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ κινούμεναι, οὕτως καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς.

ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ἡ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς, καθ᾿ ἣν τὰ ζῷα κινεῖται.

αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία.