De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τούτων γάρ τι καὶ διὰ βακτηρίας δυνάμεθα γινώσκειν, ἀλλ᾿ οὐχὶ χρώματα οὐδὲ σχήματα ἢ ποσὸν ἤ τι τῷ μεγέθει, ἅπερ ἐστὶ τὰ ὁρώμενα.

τὰ γὰρ χρώματα καὶ τὰ σχήματα καὶ τὰ μεγέθη ἐστίν, ὧν ἡ ἀντίληψις διὰ τῆς ὄψεως.

ὅλως δὲ ἔσται ἁφή τις ἡ ὄψις.

ἀφῇ δὲ τὰ ἁπτὰ ὑπόπτωτα, ὥστ᾿ ἤτοι τὰ σώματα, καθὸ σώματά ἐστιν, ὁρατὰ ἔσται, ἢ τά γε πάθη τὰ κατὰ συμβεβηκός.

ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί;

τὸ γὰρ λέγειν τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ μὴ κεχαλᾶσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;

τοὐναντίον γὰρ εὔλογον τὸν πυκνότερον ῥᾷον συνεντείνεσθαι, ἄλλως τε καὶ τοῦτο πεφυκότα πάσχειν, ὁπότε ἐκ σκοτεινοῦ τὰ ἐν φωτὶ θεῷτο.

εἰ δὲ μὴ ὁ συνάπτων τῇ κόρῃ ἀφώτιστος ἂν ἐντείνεσθαι πέφυκεν, ἀλλὰ μόνον ὁ πεφωτισμένος, τί διαφέρει ἐντεῦθεν [*](1 διαλείψειε a 4 λέγουσι] σι m2 add. V 8 ἔν V: ἐν a 14 ante ὁποτέρωθεν duae lit. erasae V: ὁπωτέροθεν a 21 ἀνωτέρου a 23 ὅπως δηλοῦν] fortasse πως, δῆλον ὡς 26 fortasse ἢ [ποσὸν ἤ τι τῷ] μεγέθη sive ἢ πόσον τι τῷ μ. Diels 28 μεγέθει a ἀντίληψις] ις in it. V 29 ἡ ὄψις m1 in mg. V δὲ om. a εἴ τοι a 30 πάθη τὰ scripsi: παθητὰ Va 33 μὴ addidi)

132
ἢ ἐντεῦθεν εἶναι τὸ κεχαλασμένον τοῦ ἀέρος, λέγω δὲ πρὸς τοῦ δρωμένου ἢ πρὸς τοῦ ὁρῶντος;

εὔλογον γὰρ καὶ ὅταν ᾖ ἀφώτιστος ὁ πρὸς τῇ κόρῃ, ὁ δὲ πεφωτισμένος πρὸς τῷ ὁρωμένῳ, ἐκλύεσθαι πάλιν τὸν τόνον τὸν ἀπὸ τῆς ὄψεως ἰόντα πρῶτον διὰ τοῦ ἀφωτίστου ὄντος δυσκινήτου, ἐκλυθέντα δὲ μηκέθ᾿ οἶόν τε εἶναι συνεντείνειν τὸν πεφωτισμένον τὰ πρὸς τῷ ὁρωμένῳ.

οὐδὲν γὰρ μᾶλλον ἔδει τὰ ἐν τῷ φωτὶ ὑπὸ τῶν ἐν τῷ σκότῳ ὁρᾶσθαι ἢ τὸ ἔμπαλιν.

ἔτι ἔστιν, ὅτε δύο οἰκημάτων καταντικρὺ ὄντων καὶ φῶς ἐχόντων, τοῦ δὲ μεταξὺ τῶν οἰκημάτων ἀέρος σκότος ἔχοντος, οὐδὲν ἧττον ἀλλήλους ὁρῶσιν ἐκ τῶν οἰκημάτων, καίτοι τοῦ μεταξὺ μὴ συνεντεινομένου ἀέρος.