De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ᾿ αὐτούς.

εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω, καίτοι γε οὔ φασιν.

τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα.

πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις.

ἔπειτα, εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ᾿ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις;

ὁπότε γὰρ ἀπὸ τοῦ μέσου τοῦ κόσμου πρὸς τὰ πέρατα ἡ κίνησις τῷ διήκοντι πνεύματι γίγνοιτο, τότ᾿ [*](149v) ἀνάγκη καὶ ἑκάστῳ τῶν ἐπὶ μέρους σωμάτων ἤτοι ἀπὸ τοῦ μέσου ἢ πρὸς τὸ μέσον τὴν κίνησιν τῷ τοῦ παντὸς πνεύματος μορίῳ, ὃ δι᾿ ἑκάστου κεχώρηκεν, γίνεσθαι.

διαφέρει δὲ οὐδὲν ὁποτερωθενοῦν λέγειν γίνεσθαι.

εἰ μέν δὴ καὶ τοῦτο ἀπὸ τοῦ μέσου κινοῖτο, λέγω δὲ τὸ ἔν τινι τῶν ἐπὶ μέρους σωμάτων, ἅμα κάτω καὶ ἄνω κινήσεται τὸ διὰ τῶν κατωτέρω τοῦ μέσου μερῶν τῆς ἕξεως αὐτοῦ διῆκον.

καθὸ μὲν τὸ πᾶν εἰς τὸ ἄνω, οὗ μέρος τοῦτο, ἄνω, καθὸ δὲ ἀπὸ τοῦ μέσου τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὰ πέρατα κινεῖται τὰ κατωτέρω τοῦ μέσου, εἰς τὸ κάτω κινήσεται δηλονότι.

ὥστε ἅμα ἄνω καὶ κάτω τὸ αὐτό. εἰ δὲ ἀπὸ τῶν περάτων ἐπὶ τὸ μέσον, ταὐτὸν συμβήσεται περὶ τὰ τῶν ἀνωτέρω τοῦ μέσου μερῶν αὐτοῦ διεληλυθότος τοῦ πνεύματος.

ἀλλὰ εἰ καὶ δοθείη διὰ τῆς τοῦ μεταξὺ ἀέρος ἐπερείσεως τὸ ὁρᾶν γίνεσθαι, ὅπως δηλοῦν ἐχρῆν μᾶλλον σκληρότητος καὶ μαλακότητος καὶ τραχύτητος καὶ λειότητος καὶ ὑγρότητος καὶ ξηρότητος ἀντίληψιν οὕτως ἢ χρώματος γίνεσθαι.