De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δὲ ἴσον, ἴσον οὐκ ὀφθήσεται.

ἔλαττον δὲ πῶς ἂν εἴη τὸ τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν τηλικαύτην βάσιν ποιουσῶν;

ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος;

ἔτι δὲ αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ᾿ ἐπ᾿ εὐθείας ἀεὶ καὶ τούτων ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι;

ἔτι πῶς διὰ τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται;

εἰ γὰρ λέγοιεν πόρους ἔχειν ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει;

πῶς δὲ καὶ πλείους διὰ τοῦ αὐτοῦ ὀφθήσονται;

πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται.

ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται;

μόνους γὰρ ἔδει τοὺς πόρους αὐτῶν ὁρᾶσθαι ἢ διαλείπουσάν γε τὴν ἐπιφάνειαν αὐτῶν, καθάπερ τῶν κοσκίνων.

ὁμοίως δὲ καὶ τὰ δι᾿ αὐτῶν ὁρώμενα ἐπισκοτεῖσθαι ἔδει, καθὰ μὴ πόρους ἔχει τὰ διαφανῆ.

πόθεν δὲ καὶ τὸ τοσοῦτον σῶμα ἐν ἡμῖν, ὥστε καὶ μέχρι τῶν ἄστρων ἐκπέμπεσθαι καὶ τοῦτ᾿ ἐστιν ἐν ἡμῖν [*](9 πλήρεις VK: πληρεὶς a: fortasse εἴ γε ⟨μὴ⟩ πλήρεις 10 τὸ τῆς m1, τῆς m2 V: τῆς Ka (corpus quod in pupilla inesse solet) cf. τοῦτο τὸ σῶμα τὸ τῶν ἀ. 127,29 τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως 128,26 16 supr καὶ v. c. συν scripsit V μεῖζον scripsi: μὴ μεῖζον VKa 19 ἔλαττον m1, ἐπ᾿ ἔλαττον v. c. V: ἐπ᾿ ἔλαττον Ka τὸ addidit Usenerus 20 ποιοῦσαν Ka ἔτι τε πῶς κτλ.] cf. Al. de sens. 6,2—7 21 ἔτι δὲ αἱ ἀκτῖνες κτλ.] cf. ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη 134,9 23 παραφέρονται Usenerus καὶ τούτων κτλ.] de rapidis fluviis dicere videtur, quorum vadum perlucet, dumne supericies perturbata sit. sed plura exciderunt 26 καὶ ἔσται Ka: ἢ ἔσται V ἢ πλήρεις ex. Vict.: ἢ πλῆρες a: πλῆρες V 28 fortasse ὄψονται σώματος Ka 31 ἐπισκοτεῖσθαι] ι in lit. V 32 τὸ om. Ka 33 ἀστέρων Ka καὶ τοῦτ᾿] fortasse καὶ ποῦ)

130
πρὶν ἡμᾶς ὁρᾶν;

πῶς δὲ οἷόν τε οὕτως ταχέως τὸ σῶμα κινεῖσθαι τοῦτο, ὥστε εὐθὺς τῷ ἀναβλέψαι ἅμα τὸν οὐρανὸν ἡμᾶς ὁρᾶν;

ἔτι πῶς οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες ὀφθήσονται, ἐὰν κατὰ τὸ αὐτὸ αἱ ἀκτῖνες ἀπαντήσωσιν ἀλλήλαις;

ἢ γὰρ ἐν μέσῳ στήσονται καὶ οὐκ ἔσται ὄψις ἀλλήλων, ἢ δι᾿ ἀλλήλων ἐλεύσονται καὶ οὕτως πάλιν σῶμα διὰ σώματος δίεισιν, ἢ ἡ ἑτέρα κρατήσει καὶ ὁ ἕτερος τὸν ἕτερον ὄψεται μόνον.

ἔτι πᾶν τὸ κινού τοπικῶς ἐν χρόνῳ κινεῖται καὶ ἀδύνατον κατὰ τὸ αὐτό τι τῷ αὐτῷ τάχει χρώμενον τὴν διπλασίαν ἐν τῷ αὐτῷ κινηθῆναι χρόνῳ.

ἀλλὰ μὴν ἅμα ὁρῶμεν τά τε ἐγγὺς καὶ τὰ ἀπὸ πολλαπλασίου διαστήματος.

τοὺς γοῦν ἀστέρας πλεῖστον ἀπέχοντας ἅμα ὁρῶμεν τοῖς παρεστῶσιν.

οὐκ ἄρα κατὰ κίνησίν τινος τὸ ὁρᾶν.

εἰ δὲ μὴ κατὰ κίνησιν, οὔτε κατὰ ἀκτίνων προβολὴν οὔτε κατὰ εἰδώλων ἀπόρροιαν οὔτε κατὰ τὴν ἀπ᾿ ἀμφοῖν.