De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι.

νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον.

τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ διὰ βακτηρίας.

πολλὰ μὲν οὖν τὰ αὐτὰ ἔστι καὶ πρὸς τούτους εἰπεῖν τῶν εἰρημένων πρὸς τοὺς δι᾿ ἀκτίνων τὸ ὁρᾶν ποιοῦντας, ἰδίᾳ δὲ παρ᾿ αὐτῶν ἐπιζητήσειεν ἄν τις περί τε τῆς ἐντάσεως αὐτῆς τῆς ὑπὸ τῶν ὄψεων γινομένης τοῦ συνάπτοντος ἀέρος τῇ κόρῃ καὶ τῆς κατὰ τὸ ἕτερον μέρος τυπώσεως ὑπὸ τοῦ ὁρωμένου, ἔτι τε τῆς ἐπερείσεως, πῶς οἷόν τε παραδέξασθαι μανοῦ τοῦ ἀέρος ὄντος, ἄλλως τε καί, εἰ τοιοῦτόν τι ἦν, ἐγίνετο ἂν συναίσθησις ἡμῖν ἀντιβάσεὼς τινος.

ἀλλὰ καὶ ἀναχωροῦντες εἰς τοὐπίσω οὐδὲν ἧττον ὁρῶμεν·

καίτοι ἐπερείδοντας μὲν ὁρᾶν ἔδει, ὑποχωροῦντας δὲ μή.

τίς γὰρ τότε ἡ ἐπέρεισις δι᾿ ἡμῶν αὐτῶν;

ἢ ἐπέρεισιν φήσουσιν γίνεσθαι;

ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι᾿ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως;

ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς [*](2 ὁρᾶν ἡμᾶς Ka ἔτι πῶς οἱ ἐξ ἐναντίας κτλ.] cf. Al. de sens. 63,4—9 5 σώματος δίεισιν ' m2, σώματος m1 V: σώματος δίεισιν ἢ Ka 6—10 ἔτι πᾶν—παρεστῶσιν] cf. Al. de sens. 62,11—63,3 7 κατὰ τὸ αὐτό τι] fortasse τὸ αὐτό τι cf. Al. de sens. ib. ἀλλὰ μὴν· ἀδύνατον τὸ αὐτό τι καὶ ἰσοταχῶς κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ κινηθῆναι τόδε τι τὸ διάστημα καὶ τὸ τούτου πολλαπλάσιον κτλ. 8 fortasse ⟨καὶ⟩ τὴν διπλασίαν 11 τινος m1, τινα m V: τινα Ka 17 διὰ βακτηρίας] cf. alen. de plac. Hipp. et Plat. 642, 12 (Iw. Müller) μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωἱκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων, κατὰ συλλογισμὸν ἔτι μᾶλλον, οὐ πιλητοῦ δὲ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν, οὐδὲ τῆς σκληρότητος ἢ μαλακότητος, ἀλλὰ χρόας καὶ μεγέθους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται 21 τυπώσεως] τ in lit. V 25 ἐπερείδοντας] ς in lit. V τό τε Va 26 αὐτῶν a: αὑτῶν V ἢ ἐπέρεισιν—γίνεσθαι] an tum quoque dicent esse ἐπέρεισιν 28 διαλήψεις a 30 ἐπιζητήσεις a)

131
ἁφῆς, καθ᾿ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων·

οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται, ἔδει δέ γε·

τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ᾿ αὐτούς.

εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω, καίτοι γε οὔ φασιν.

τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα.

πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις.

ἔπειτα, εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ᾿ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις;

ὁπότε γὰρ ἀπὸ τοῦ μέσου τοῦ κόσμου πρὸς τὰ πέρατα ἡ κίνησις τῷ διήκοντι πνεύματι γίγνοιτο, τότ᾿ [*](149v) ἀνάγκη καὶ ἑκάστῳ τῶν ἐπὶ μέρους σωμάτων ἤτοι ἀπὸ τοῦ μέσου ἢ πρὸς τὸ μέσον τὴν κίνησιν τῷ τοῦ παντὸς πνεύματος μορίῳ, ὃ δι᾿ ἑκάστου κεχώρηκεν, γίνεσθαι.

διαφέρει δὲ οὐδὲν ὁποτερωθενοῦν λέγειν γίνεσθαι.

εἰ μέν δὴ καὶ τοῦτο ἀπὸ τοῦ μέσου κινοῖτο, λέγω δὲ τὸ ἔν τινι τῶν ἐπὶ μέρους σωμάτων, ἅμα κάτω καὶ ἄνω κινήσεται τὸ διὰ τῶν κατωτέρω τοῦ μέσου μερῶν τῆς ἕξεως αὐτοῦ διῆκον.

καθὸ μὲν τὸ πᾶν εἰς τὸ ἄνω, οὗ μέρος τοῦτο, ἄνω, καθὸ δὲ ἀπὸ τοῦ μέσου τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὰ πέρατα κινεῖται τὰ κατωτέρω τοῦ μέσου, εἰς τὸ κάτω κινήσεται δηλονότι.