De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐχρῆν γὰρ αὐτό, ἀρξάμενον ἅπαξ ξυνιέναι καὶ συμφύεσθαι, ὑπὸ τοῦ περιέχοντος ἀέρος μᾶλλον συστέλλεσθαι καὶ εἰς στενὸν συνάγεσθαι.

ἔτι εἰ ὑπ᾿ ἀκτίνων ὁ κῶνος περιέχεται διῃρημένων καὶ κεχωρισμένων, εἰ μὲν εἴη μὴ μεῖζον τὸ μεταξὺ τῶν ἀκτίνων, πλέον ἔσται τὸ μὴ ὁρώμενον τοῦ ὁρωμένου, καὶ τὸ μὲν πέριξ ὀφθήσεται, καθὸ αἱ εὐθεῖαι προσβάλλουσιν, τὸ δὲ μέσον οὔ.

εἰ δὲ ἴσον, ἴσον οὐκ ὀφθήσεται.

ἔλαττον δὲ πῶς ἂν εἴη τὸ τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν τηλικαύτην βάσιν ποιουσῶν;

ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος;

ἔτι δὲ αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ᾿ ἐπ᾿ εὐθείας ἀεὶ καὶ τούτων ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι;

ἔτι πῶς διὰ τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται;

εἰ γὰρ λέγοιεν πόρους ἔχειν ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει;

πῶς δὲ καὶ πλείους διὰ τοῦ αὐτοῦ ὀφθήσονται;

πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται.

ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται;