De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ δὲ τῆς ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων;

ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει.

ἤτοι οὖν σῶμα διὰ σώματος δίεισιν ἢ [*](3 σκότους m2, σκότος m1 V: σκότους Ka 4 τὸ γὰρ ἧττον κτλ.] cf. Al. de sens. 47,13 sq. φῶς ὑπὸ VK: φωτὸς ὑπὸ a 6 λάμπον Va 8 supra ταὐτὸ: τὸ m² V 11 ἄλλων Usenerus 12 εἰ m1 V, εἱ οὖν m2: εἰ οὖν Ka cf. 122,14 14 δή m, δέ m1 V: δή Ka ἐστι Ka 15 οἴονται Ka: οἷόν τε V 16 ἔτι εἰ κτλ.] cf. Al. de sens. 4712 εἰ πῦρ ἐστι om. Ka 17 ὁρῶμεν δὲ κτλ.] cf. Al. de sens. 65,3 ἔτι εἰ πῦρ κτλ.] cf. Al. de sens. 64,11 — 65,3 20 εἰ δι᾿ V ex Vict.: ἡ δι᾿  corr. in εἰ δι᾿ K: ἡ δι᾿ a 23 ἂν addidi 24 ἐκπίπτει Ka 25 πόρον] ante ρ 2—3 lit. e. V 27 τὸν ante ἔξωθεν] ante ν una lit. eras. V 29 σώματα Ka: σῶμα V 30 ἤτοι χεῖται V: εἶτα χεῖται K: ἢ ταχεῖται a: ἤτοι παχεῖται ex. Vict. 34 ἔτι εἰ σῶμά ἐστι κτλ.] cf. Al. de sens. 61,6—62,11 δίεισιν m2, δίεσιν m1 V)

129
κενόν ἐστιν ἀφωρισμένον ἢ ἀντιπερίστασις γίνεται, εἰ μὲν ἐν ἀέρι ἐκπέμποιτο, ποιτο, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος·

εἰς μὲν οὖν τὴν κόρην ἄτοπον λέγειν τὸ ὕδωρ ἀντιμεθίστασθαι, χρὴ δὲ ζητεῖν εἰς τί.

οὐδὲ γὰρ εἰς τὴν ἀναπνοήν.

οὐδὲ γὰρ ἀναπνεῖ τὰ ἐν τῷ ὕδατι ὁρῶντα, οὐδὲ ὅλως τὰ ἔνυδρα χωρίς τινων.

ἔτι εἰ εἰς τὴν κόρην ἀντιμεθίσταται, ρὐ πάσῃ αὐτῇ ἐκπέμψομεν, οὐδὲ ὀψψόμεθα, ἀλλ᾿ ἔσται τις εὐρυχωρία, | καθ᾿ ἣν τὸ ἀντιμεθιστάμενον [*](149r) χώραν ἕξει.

κατά τι οὖν αὐτῆς ὀψόμεθα καὶ κατά τι μή.

ἔτι διὰ τί τῶν ζῴων τὰ μὴ ἐπιμύοντα ἐν τῷ κοιμᾶσθαι οὐκ ὄψεται, εἴ γε πλήρεις ἔχει τοὺς τοῦ σώματος πόρους;

εἰ δὲ μὴ συνεχὲς ἔξεισιν τὸ σῶμα τοῦτο τὸ τῆς κόρης, ἀλλὰ διῃρημένον, ἤτοι διεκπῖπτον συμφύεται καὶ συνεχὲς γίνεται ἢ μένει διῃρημένον.

εἰ μὲν οὖν συμφύεται, πῶς πάλιν εἰς κῶνον συμφυόμενον ἐξαπλοῦται καὶ τηλικοῦτον, ὡς ἀποτέμνεσθαί τινος κώνου βάσει τὸ πλεῖστον μέρος τοῦ οὐρανοῦ;