De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὅτι γάρ ἐστί τι ἐφ’ ἡμῖν, δῆλον καὶ ἐκ τῶνδ’ ἂν γένοιτο, εἴ γε δεῖ περὶ τῶν ἐναργῶν ἀποδείξεσιν χρῆσθαι·

ἔκ τε γὰρ τοῦ μηδὲν μὲν ⟨τῶν⟩ ὑπὸ τῆς φύσεως προηγουμένως γιγνομένων γίγνεσθαι μάτην, ἐν δὲ τοῖς ἀνθρώποις ὂν τὸ βουλεύεσθαι φύσει, ὂν δὲ καὶ προηγούμενον ἔργον τῆς φύσεως, εἴ γε τούτῳ δοκεῖ μάλιστα τῶν ἄλλων ζῴων ἄνθρωπος διαφέρειν, μάτην γίγνεσθαι, γεγονότος κενῶς εἰ μηδὲν ἐκ τῆς βουλῆς ὁ βουλευόμενος ἑλέσθαι κύριος, ἀλλὰ γὰρ ὡς ἔχοντες τοῦδε τὴν ἐξουσίαν αὐτοί γε ἐφ’ αὑτῶν βουλευόμεθα περὶ τῶν πρακτέων ἡμῖν, ἀλλ’ οὐκ εἴξαντες ταῖς φαντασίαις τοῖς ἀλόγοις τῶν ἄλλων ζῴων παραπλησίως αὐταῖς ἑπόμεθα, συμβούλους τε παρακαλοῦμεν, οὓς ἂν εἰδῶμεν πλέον τι δυναμένους ἡμῶν, εἰς τὴν κρίσιν τῶν προκειμένων, [*](1 καὶ om. Orelli fortasse ἐνδεχομένου cf. 184,32 3 τὸν om. Orelli 8 ἀναγκαία a πειρωμένους (in mg. προῃρημένους) VH: πειρωμένους KCa 9 τοῦ τὸ Ka ταὐτά scripsi cf.182,1: ταῦτα VKHCa παῤ ἃ Orelli 10 τὰ τὴν Orelli ἐπαράβατον a 13 ταὐτὰ scripsi: ταῦτα VKHCa 14 γίγνεσθαι καθ’ εἱμαρμένην λέγοιεν λέγοιμεν Orelli 16 εἶναι om. ka C? καὶ τὰ ἐφ’ Orelli 17 καὶ ante τὰς om. Orelli 19—20 μόνον—τέλη om. C 20—22 ἀνάγκη—εἱμαρμένην τέλος om. C 23 ὅτι γὰρ om. C 25 γὰρ i. e. λέγω cf. Ind. τε] cf. Ind. τῶν add. Bloch apud Orelli τῆς om. KCa 26 ante ἐν δὲ τοῖς ἀνθρώποις Blochio nonnulla excidisse videbantur, at omnia sana sunt,  dummodo γὰρ v. 25 recte interpretemur 27 ὂν δὲ VH: οὐδὲ K Ca 28 δοκεῖ τούτῳ KCa γίγνεται Orelli γεγονότος κενῶς del. Bloch 30 τοῦδε VKCa: τούτου H 33 ἡμῶν Orelli: ἡμῖν VCHKa)

184
καὶ τὴν αἵρεσιν συνάρασθαι.

ἤδη δὲ περὶ τῶν μειζόνων καὶ χαλεπωτέρων οὐκ ὀκνοῦμεν συμβούλους καὶ τοὺς θεοὺς παρακαλεῖν, ἀξιοῦντες παῤ αὐτῶν μαθεῖν ἢ διὰ χρησμῶν ἢ διὰ συμβούλων, ἢ δι’ ὀνείρων τινῶν, ὁπότερα χρὴ μᾶλλον ἡμᾶς ἑλέσθαι τῶν ζητουμένων.

ἱκαναὶ δὲ καὶ αἱ νομοθεσίαι τοῦτο συστῆσαι, ἐν αἷς διδασκαλίαις τέ τινων κελεύονται καὶ προστάσσεται τὰ ποιητέα, καὶ τιμῶνται μὲν οἱ πειθόμενοι τούτοις, κολάζονται δὲ οἱ μή.

ἀλλὰ μὴν ὄντος γέ τινος ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενόν ἐστιν, εἴ γε ἐφ’ ἡμῖν ἐστι τό τε πρᾶξαί τι καὶ τὸ μή.

τούτου δὲ ὄντος, ἀδύνατον ἀναγκαῖον εἶναι τὸ τῆς εἱμαρμένης ὂν ἐν τούτοις, ἐν οἷς καὶ τὸ ἐφ’ ἡμῖν ἔχει χώραν.

ἱκαναὶ δὲ καὶ αἱ πρὸς τοὺς θεοὺς εὐχαί, τῶν μὲν ἀποτροπήν τινων αἰτουμένων παῤ αὐτῶν, τῶν δὲ δόσιν ἀγαθῶν ὡς ὄντων τινῶν ἐνδεχομένων καὶ γενέσθαι καὶ μὴ διὰ τὴν ἡμετέραν αἴτησιν ὑπὸ τῶν θεῶν, συστῆσαι τὸ εἶναί τινα ἐνδεχόμενα.

ἀλλὰ μὴν καὶ ἐκ τῆς φυσικῆς συστάσεως τῶν ὄντων ἑκάστου τοῦθ’ οἷόν τε καταμαθεῖν.

ἡ γὰρ φύσις αὐτὴ τοῖς μὲν ἐξ ἀνάγκης οὖσίν τε καὶ γιγνομένοις οὐδεμίαν ἐπιτηδειότητα πρὸς ἀντικείμενον ἔδωκεν, τὴν δὲ ἀνεπιτηδειότητα πρὸς ἀδύνατα·

μάτην γὰρ ἕξειν ἤμελλεν τὴν ἐπιτηδειότητα πρὸς τὴν εἰς ταῦτα μεταβολήν, ὄντα καὶ ἀδύνατα ἄλλως ἔχειν.

ὁρῶμεν γὰρ ὅτι οὔτε τὸ πῦρ ἔχει δύναμιν ψυχρότητος ἐν αὐτῷ, οὔτε ἡ χιὼν μελανίας, οὔτε τὰ βαρέα κουφότητος, μένοντά γε ταῦτα ἅ ἐστιν, οὔτε τι τῶν ἀιδίων τοῦ φθαρῆναι.

οἷς δὲ οὐκ ἀναγκαῖον ἐν θατέρῳ τῶν ἀντικειμένων ἀφωρισμένως εἶναί τε καὶ μένειν, ταῦτα καὶ τῆς εἰς τὸ ἀντικείμενον μεταβολῆς ἐκ φύσεως ἔχει τὴν παρασκευήν.

τοιαῦτα τῶν ἐν γενέσει καὶ φθορᾷ πλεῖστα, οἷς μή ἐστι θάτερον τῶν ἀντικειμένων σύμφυτον·

ἕκαστον γὰρ αὐτῶν σἷόν τε τὰ ἀντικείμενα πάσχειν τε καὶ μή, τοῦτ’ ἐνδέχεται παθεῖν τε καὶ μὴ παθεῖν.

ὃ δὲ ἐνδέχεται μεταβάλλειν εἰς τὸ ἀντικείμενον, τοῦτο οὐκ ἔστιν ἐξ ἀνάγκης, ἐν ᾧ φθάσαν ἐστὶν αὐτῶν.

συνίστησιν δὲ τὸ μὴ πάντα ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα τό τε ἐφ’ ἡμῖν, ὡς ἔφαμεν, καὶ ἡ τύχη.

ἱκανὴ διακόψαι τὴν συνέχειαν τῶν ἐν τάξει τινὶ γίγνεσθαι δοκούντων.

εἰ δὲ οὐδὲν μὲν ἧττον ἐναργὲς τῆς εἱμαρμένης τὸ εἶναί τι ἐφ’ ἡμῖν, καὶ τὸ γίγνεσθαι καὶ ἀπὸ τύχης πολλὰ καὶ ἀπὸ ταὐτομάτου, καὶ ὅλως ἐν τοῖς ἐν γενέσει, ἐν οἷς ἐστι καὶ ἡ εἱμαρμένη, εἶναι καὶ τὴν τοῦ ἐνδεχομένου φύσιν, τοῦτο δὲ ἀναιρεῖ τὸ ἀναγκαῖον, ἀδύνατον εἶναι τὴν εἱμαρμένην ἀναγκαῖόν τι καὶ παραβασθῆναι [*](1 συναίρασθαι V 3 fortasse συμβουλιῶν cf.185,21 4 τινῶν om. 5 συστῆσαι om. H fortasse διδασκαλίαι κελεύεται Orelli 8 τι om. 10 αἱ om. Ka 11 τινων supra τινα C 16 τήνδε a 17 ἔμελλε HCKa 18 ἐπιτηδειότητα ante δύναμιν del. K 19 μελανίας μελανίας a βουρέα a 20 ταῦτα Bloch: ταῦτά VHKCa οὕτε τι Orelli: οὔτε VKHCa οἷς δὲ scripsi: τοῖς δὲ VHKCa 21 ὑποκείμενον (in mg. ἀντικείμενον) ἀφωρισμένως HC: ἀφορισμένως VKa 22 ταῦτὰ H ἀντικείμονον a ἔχει scripsi: ἔχειν VKHCa 25 ἐνδέχεται VH: ἐνδέχεσθαι KCa: Blochius ante τοῦτ᾿  ἐνδέχεται nonnulla excidisse pultat, sed legendum videtur τουτέστι ἐνδέχεται cf. Al. de fato 165 r41 εἰ τὰ ἐξ ἀνάγκης ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ἐστι τὸ ἐναντίον, οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως 26 ἐξ om. Ka 26 —27 ἐν ᾧ—ἀνάγκης om. 27 ἀνάγκην V 30 καὶ ante ἀπὸ om. C 32 ἡ om. C 33 παραβασθῆναι V: παραβαθῆναι HCKa)

185
μὴ δυνάμενον.

ἀλλὰ μὴν ὁμολογεῖται πάντα τὰ καθ’ εἱμαρμένην γιγνόμενα κατὰ τάξιν καὶ ἀκολουθίαν γίγνεσθαί τινα καί τι ἐφεξῆς ἔχειν ἐν αὐτοῖς.

οὐ γὰρ δὴ τοῖς ἀπὸ τύχης ὅμοια τὰ τῆς εἱμαρμένης·