De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ποτὲ μὲν γὰρ τὸ τῆς εἱμαρμένης ὑμνοῦσιν ὡς ἀναγκαῖον, ποτὲ δὲ οὐ πάντῃ τὴν συνέχειαν αὐτῆς πιστεύουσι σώζειν.

καὶ γὰρ οἱ διὰ τῶν λόγων ὑπὲρ αὐτῆς ὡς οὔσης ἀναγκαίας διατεινόμενοι σφόδρα καὶ πάντα ἀνατιθέντες αὐτῇ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν οὐκ ἐοίκασιν αὐτῇ πεπιστευκέναι·

τύχην γοῦν πολλάκις ἐπιβοῶνται, ἄλλην ὁμολογοῦντες εἶναι ταύτην αἰτίαν τῆς εἱμαρμένης·

ἀλλὰ καὶ τοῖς θεοῖς οὐ διαλείπουσιν εὐχόμενοι, ὡς δυναμένου τινὸς ὑπ’ αὐτῶν διὰ τὰς εὐχὰς γενέσθαι καὶ παρὰ τὴν εἱμαρμένην·

ἀλλὰ καὶ βουλεύονται περὶ τῶν πρακτέων αὐτοῖς, καίτοι καὶ ταῦτα καθ’ εἱμαρμένην εἶναι λέγοντες, καὶ συμβούλους παρακαλοῦσιν καὶ μαντείαις οὐκ ὀκνοῦσι χρῆσθαι, ὡς ἐνὸν αὐτοῖς, εἰ προμάθοιεν, φυλάξασθαί τι τῶν εἱμαρμένων.

ἐπεὶ δὲ οὗτοι μὲν αὑτοῖς περιπίπτουσιν περὶ τὰ μέγιστα φανερῶς οὕτως διαφωνίαν ἔχοντες (ἀπιθανώταται γοῦν εἰσιν αὐτῶν αἱ πρὸς τὴν τούτων συμφωνίαν εὑρησιλογίαι), δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ τὸ ἐνδεχόμεν εἶναι, ὃ τοῦ μηδὲν ἀναγκαίως ἐν τούτοις ἐν οἷς ἂν γίγνεσθαι αἴτιόν ἐστιν, ἄξιόν ἐστιν ἐπιστῆσαι περὶ τοῦδε, εἴτε ἔστιν εἴτε μή.

αὕτη γὰρ ἡ φύσις ὁρισθεῖσα πρὸς τὸ τὴν τῆς εἱμαρμένης οὐσίαν εὑρεῖν ἡμῖν τὸ μέγιστον συμβάλλεται.

[*](1 ταὐτά Va: ταῦτα HK: τὰ αὐτὰ 3 τέχνην τε om. C 4 τε om. Ka 5 δὴ VHKCa: δὲ 0relli 8 ἡμαρμένην a ἀλλ᾿  ἐν VHKa: καὶ ἐν C 12 μετὰ τούτου Orelli 13 τε εἶναι καὶ ἀπαράβατον 14 τὸν ποιητὴν] Hom. Il. 6488 16 ἐπ’ ἢν V 18 αὑτῇ Orelli: αὐτῇ VHKCa τάδε 0relli 20 αὐτῆς C: αὐτὴν VKHa 22 ἀνατιθέντες corr. ex. ἀναγκαίως K 26 καὶ ante παρὰ om. H Orelli 28 ἐνὸν HKCa: ἐμὸν V 29 εἰ VHKC: ἀ a: ἂν ex. Vict. 30 αὑτοῖς V: αὐτοῖς KHCa 31 εὑρησειλογίαι V: εὑρεσιλογίαι a 32 τοῖς γενέσει C 34 φύσιν a ὁραθεισα m1 V: ὁρισθεῖσα KHa: ὁραισθεῖσα 35 τὰ μέγιστα Orelli)

183
ἱκανὴ μὲν οὖν καὶ ἡ χρῆσις ἡ κοινὴ συστῆσαι τὴν ἐνδεχομένην φύσιν·

οὐδεὶς γὰρ οὐδὲ τῶν ἐξ ἀνάγκης πάντα γίγνεσθαι λεγόντων ἐν τῷ ζῆν καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις οὐ μαρτυρεῖ τῷ δύνασθαί τινα καὶ τῶν γιγνομένων μὴ γίγνεσθαι καὶ τῶν μὴ γιγνομένων γίγνεσθαι.

οὐ μὴν ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεῖξαι ῥᾴδιον.

πολλὰ γὰρ τῶν γιγνομένων τὰ [*](162r) μὲν ἀπὸ τύχης, τὰ δὲ ἀπὸ ταὐτομάτου γίγνεσθαι πεπίστευται, τὸ δ’ εἶναί τι καὶ ἐφ’ ἡμῖν οὕτως ἐναργές ἐστιν, ὡς μηδὲ τοὺς τὰ τῆς εἱμαρμένης ὡς ἀναγκαῖα πάνυ κρατύνειν πειρωμένους ἀντιβλέπειν δύνασθαι τῷδε τῷ δόγματι.

ἀλλὰ μὴν εἰ ἔστιν ἐφ’ ἡμῖν καὶ τοῦτο περὶ ταὐτά ἐστι, περὶ ἃ καὶ τὴν εἱμαρμένην εἶναι συμβέβηκεν, ἀναιρεῖται τὸ τὴν εἱμαρμένην ἀπαράβατόν τε καὶ ἀκώλυτον καὶ ἀναγκαῖον εἶναι·

ὧν γὰρ ἡμεῖς ἐσμεν ἀρχαὶ ἑλέσθαι τε καὶ μή, ταῦτα ἀδύνατον κατηναγκάσθαι λέγειν.

ἀλλὰ μὴν ἀνάγκη τοῖς λέγουσιν τὴν εἱμαρμένην εἶναι, περὶ ταὐτὰ λέγειν εἶναι, περὶ ἃ καὶ τὰ ἐφ’ ἡμῖν.

εἴτε γὰρ τὰ τέλη μόνα λέγοιεν καθ’ εἱμαρμένην γίγνεσθαι, εἴτε καὶ τὰς πράξεις, αἷς ἕπεσθαι τὰ τέλη συμβέβηκεν, ἀμφοτέρως ἀκολουθεῖ περὶ τὰ αὐτὰ λέγειν εἶναι τὴν εἱμαρμένην, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν.

εἰ μὲν οὖν καὶ τὰς πράξεις καθ’ εἱμαρμένην λέγοι τις, αὐτόθεν δῆλον τὸ κείμενον·

ἐν γὰρ ταύταις ἐστὶ καὶ τὸ ἐφ’ ἡμῖν·

εἰ δὲ τὰ τέλη μόνον, ὧν αἱ πράξεις χάριν, ἀκολουθεῖ δὲ ταῖς τοιαῖσδε πράξεσιν τὰ τοιάδε τέλη (οὐ γὰρ δὴ τοῖς ὁπωσοῦν πραχθεῖσιν ἕπεται ταὐτὸν τέλος), ἀνάγκη καὶ τὰς πράξεις, αἷς ἀκολουθήσει τὰ τοιαῦτα τέλη, καθειμάρθαι λέγειν.

οὐ γὰρ ἀκολουθήσει τὸ καθ’ εἱμαρμένην τέλος μὴ προηγησαμένων τῶν ἐπὶ τοῦτο ἀγουσῶν πράξεων.

καὶ τὸ ἐφ’ ἡμῖν δὲ περὶ ταῦτα·