De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ἠ τύχη καὶ τὸ αὐτόματον, ὅτι μέν ἐστιν ἐν τοῖς οὖσιν, ἱκανὴ περὶ αὐτῶν ἡ κοινὴ τῶν ἀνθρώπων πρόληψις μαρτυροῦσα, τί δέ ποτέ ἐστιν ἑκάτερον αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων, οὐκέθ’ οἱ πολλοὶ τῆς τῶν δεδογμένων διδασκαλίας κύριοι.

οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις συμφωνοῦσιν περὶ τῶνδε, συμφωνοῦντες ἐν τῇ περὶ τοῦ εἶναι ἑκάτερον αὐτῶν δόξῃ, ἄξιον τοίνυν ἐπιστῆσαι, τίς ποθ’ ἡ φύσις αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων γίγνεται.

δοκεῖ τοίνυν ἐν τοῖς αὐτοῖς αἰτίοις καὶ ταῦτα καταριθμεῖσθαι·

καὶ γὰρ ἡ τύχη αἰτία δοκεῖ τῶν γιγνομένων ἀπὸ τύχης, καὶ τὸ αὐτόματον τῶν τοιούτων.

ὄντων τοίνυν αἰτίων τεττάρων, περὶ ὧν πολλάκις ἡμῖν λέγειν ἔθος, τοῦ τε ὑλικοῦ καὶ τοῦ κατὰ τὸ εἶδος, καὶ τοῦ ποιητικοῦ, καὶ τοῦ τέλους, ἐν τούτοις ἀνάγκη κἀκείνων ἑκάτερον εἶναι, εἴ γέ ἐστιν αἴτια.

ὡς μὲν οὖν ὕλην τὴν τύχην καὶ τὸ αὐτόματον οὐδεὶς ἂν αἰτιάσαιτο τῶν γιγνομένων δι’ αὐτά.

οὐ γὰρ ὑποκείμενόν τι ἡ τύχη, σχηματιζόμενόν τε καὶ εἰδοποιούμενον ὑπό τινος ὡς ὕλη.

ὑπομένουσα γὰρ αὕτη δέχεται τὸ εἶδος καὶ ἔστιν αἰτία τῶν γιγνομένων ὡς ἐνυπάρχουσα τοῖς ἐξ αὐτῆς γεγονόσιν, ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς δι’ αὐτὰ γιγνομένοις οὐκ ἔστιν ἐνυπάρχον·

[*](160v) τὸ γὰρ αὐτὸ τοῦτο γιγνόμενον κατὰ τύχην ἔχει τὴν τύχην ἐν αὑτῷ·

διὰ ταῦτα δὲ οὐδ’ ὡς εἶδός τε καὶ τὸ τί ἦν εἶναι αἴτια ταῦτα τοῖς δι᾿  αὐτά·

τὸ μὲν γὰρ εἶδος ἐνυπάρχει τῷ οὗ αἴτιόν ἐστι, γιγνόμενον ἐν τῇ ὕλῃ καὶ μένον, τούτων δὲ οὐδέτερον.

ἀλλὰ μὴν οὐδ’ ὡς τέλος καὶ τὸ οὗ ἕνεκεν αἴτιον ἡ τύχη τε καὶ τὸ αὐτόματον·

οὐδενὶ γὰρ τῶν γιγνομένων ἡ τύχη σκοπός·

ἑκάστῳ μὲν γὰρ τῶν γιγνομένων ἕνεκέν τινος ὡρισμένος ὁ σκοπός, ἀόριστον δὲ τούτων ἑκάτερον.

ἀλλὰ μὴν εἰ ἐν μηδενὶ τῶν τριῶν αἰτίων τούτων ἐστὶν ἡ τύχη, ἢ οὐδενός ἐστιν αἰτία, ἢ εἴη ἂν ἐν τοῖς ποιητικοῖς.

καὶ μὴν τὰ ποιητικὰ αἴτιά τινος ἕνεκεν ποιεῖ τὰ γιγνόμενα πρὸς αὐτῶν, καὶ ἔστιν αὐτοῖς ὡρισμένον τι τέλος προκείμενον, ὥσπερ ἢ τε φύσις καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις, οὐδενὶ δὲ τούτων ταὐτὸν οὔτε τὸ αὐτόματον οὔτε ἡ τύχη.

ἄλλο γάρ τι παρὰ ταῦτα τούτων ἑκάτερον εἶναι δοκεῖ.

καὶ τὰ μέν ἐστιν ὡρισμένα, καὶ ἐφ’ ὡρισμένον ἄγει τι, ἄστατον δὲ καὶ ἀόριστον [*](1 edidit Ioan. Conr. Orelli in libro „Alexandri Aphr. Ammonii etc. de fato quae supersunt“ Turici 1824 p. 124 2 καὶ Va: δὲ καὶ HC ἱκανὴ περὶ αὐτῶν κτλ.] cf. 179,25 et Alex. de fato 163r30 τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην . .  ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησι πρόληψις κτλ. 4 τῆς om. C τῶν δεδογμένων HCa: τῶνδε δειγμενον V 6 αὐτῶν om. C Orelli 7 τίς ποιῆ a 8 αἰτίοις Ca: αὐτοῖς αἰτίοις VH καὶ ταῦτα VHa: καὶ καταυτα C 10 τεττάρων] τε in lit. V 12 κἀκείνων VC: καὶ τούτων H: κᾀείνων a 13 αὐτόματον] ante ν una litera erasa V καὶ τὸ αὐτόματον om. Orelli 15 αὕτη scripsi: αὐτὴ VHCa 16 αἰτιατῶν a ἐξ αὐτῆς VH: ἐξ αὐτῶν C: ἐξ αὐτοῖς a 17 fortasse ἐνυπάρχοντα· οὐ γὰρ αὐτὸ τὸ γιγνόμενον 18 οὐκ ἔχει Orelli 19 αὐτῷ VHCa 20 δι’ αὐτό V: αὐτά HCa 22 τε om. Ca 24 ὁ σκοπὸς ὡρισμένος Ca 26 ποιητιτὰ a ποιεῖν C 27 φύσει a 28 δὲ VHCa: τε Orelli 30 ἄστατον VH: ἄτακτον Ca)

177
τὸ τῆς τύχης.

εἰ δὴ δοκεῖ μὲν αἴτιά τινων εἶναι, μηδενὶ δέ ἐστι τῶν αἰτίων ταὐτά, κινδυνεύει ἢ μηδ’ ὅλως εἶναι, ἢ ἄλλος τις αἰτίων τρόπος ζητητέος.

μηδὲ ὅλως μὲν οὖν λέγειν εἶναι αὐτὰ ἄτοπον, πράγματα τοσαύτην ἰσχὺν ἐν τοῖς οὖσιν ἔχειν πεπιστευμένα, ἄλλος δέ τίς ποτ’ ἂν εἴη παρὰ τοὺς προειρημένους τρόπους αἰτίων;