De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

μήποτ’ οὖν, ἐπεὶ τῶν αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός (ἔστι γάρ τινα καὶ κατὰ συμβεβηκὸς αἴτια·

τὸ γὰρ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ τινὸς συμβεβηκὸς κατὰ συμβεβηκὸς αἴτιον, καὶ αὐτὸ τοῦτο προηγουμένως ἦν αἴτιον, ᾧ τοῦτο συμβεβήκει.

ὁ μὲν γὰρ ἰατρὸς αἴτιος καθ’ αὑτὸ τῆς ὑγιείας, ὁ δὲ λευκὸς κατὰ συμβεβηκός, εἰ εἴη τῷ ἰατρῷ τοῦτο συμβεβηκός·

τὸ γὰρ συμβεβηκὸς τῷ ποιοῦντι ποιητικὸν αἴτιον κατὰ συμβεβηκός·

ἔτι κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ποιητικὸν αἴτιον, ἰσχνότητος φέρε εἰπεῖν, ἂν τῷ ὑγιαζομένῳ τοῦτο ἢ συμβεβηκός), ἐπεὶ τοίνυν ἐστὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις οὐχ οἷόν τε τιθέναι τὴν τύχην, ἐν τοῖς κατὰ συμβεβηκὸς ἂν εἴη.

τὰ μὲν γὰρ ὡρισμένα οὐ κατὰ συμβεβηκὸς ἂν εἴη, τὰ δὲ κατὰ συμβεβηκὸς ἀόριστά τε καὶ ἄστατα, ὁποῖον καὶ τὸ τῆς τύχης εἶναι φιλεῖ·

ἀόριστα γὰρ τὰ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ συμβεβηκέναι δυνάμενα, ἃ πάντα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίγνεται.

ἀλλ’ εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, δεῖ τινι τῶν κυρίως αἰτίων λεγομένων αὐτὴν συμβεβηκέναι.

ἐπεὶ οὖν δοκεῖ ποιητικὸν εἶναί τινος ἡ τύχη (τὰ γὰρ κατὰ τύχην ἀπὸ τύχης φαμὲν γίγνεσθαί τε καὶ γεγονέναι), τῶν ποιητικῶν αἰτίων τινὶ ταῦτα ὑπάρχειν ἀνάγκη, εἴ γε φυλάξει τὴν χώραν τῶν αἰτίων.

ἀλλὰ μὴν τὰ κυρίως αἴτια ποιητικὰ φύσις τε καὶ τέχνη καὶ προαίρεσις.

πάντα μὲν γὰρ τὰ κυρίως ὡρισμένως ποιητικὰ ἕνεκά τινος τέλους τὰ πρὸς αὐτῶν γιγνόμενα ποιεῖ, ὁρῶμεν δὲ πάντα τά τινος ἕνεκεν γιγνόμενα ὑπὸ τούτων γιγνόμενά τινος·

τούτων ἄρα τινὶ συμβέβηκεν ἡ τύχη.

ἐπεὶ δὲ δοκεῖ ἐν τοῖς προαιρετικοῖς εἶναι τὰ κατὰ τύχην, (ταῦτα γὰρ ἀπὸ τύχης γίγνεσθαί φαμεν, ὧν χάριν κἂν προελοίμεθά τι πρᾶξαι πρὸς τὸ τυχεῖν αὐτῶν, ἐφ’ ὧν τὴν εὐτυχίαν λέγομεν, ἢ πρὸς τὸ μὴ τυχεῖν, ὧν τὴν δυστυχίαν κατηγοροῦμεν), εἴη ἂν ἡ τύχη τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἑπόμενον, καὶ ἐν τούτοις αἰτία κατὰ συμβεβηκός.

ὅταν γὰρ πράττουσίν τι κατὰ προαίρεσιν ἡμῖν ἀπαντήσῃ μὴ τὸ προκείμενον τέλος κατὰ τὴν προαίρεσιν, ἄλλο δέ τι κατὰ συμβεβηκὸς γένηται, ἡ κατὰ προαίρεσιν γενομένη πρᾶξις αἰτία τοῦ ἀπαντήσαντός μέν, οὐ προκειμένου δέ. λέγομεν δὲ τοῦτ’ ἀπὸ τύχης γεγονέναι·

τῷ τε γὰρ [*](2 ταὐτα] ταὐ supra lin. V 5 οὖν ἐπεὶ V: οὖν ἐπὶ C: οὖν ἐπὶ (in mg. ἐπεὶ) H: ἦν ἐπὶ a 7 αὐτω καὶ κυρίῳ C 8—10 κατὰ συμβεβηκὸς—λευκὸς κατὰ συμβεβηκὸς om. C 8 τοῦτο H: τούτου Va 9 αἴτι H: αἴτιος Orelli 10 ὑγείας a τούτῳ C 11 ἔτι γὰρ Orelli 12 αἴτιον om. orelli 15 τὴν om. C 18 ἅπαντα Orelli 19 ἀλλ᾿ ἃ κατὰ 21 φασὶ Orelli 24 ὡρισμένα H 26 πάντα τὰ HCa: πάντα V 28 τύχὴν V φασιν Orelli 30 τυχεῖν VHa: τυχεῖν αὐτῶν ἐφ’ C: πρᾶξαι Orelli 31 ἡ om. a 32 ἀπαντήσει C 35 προκεμένου (supra ει ϊ m1) V δέλεγομεν V λέγομεν τοῦτ Ca γεγονέναι VHa: εἶναι C τε om. C)

178
σκάπτοντι κατὰ προαίρεσιν τοῦ φυτεῦσαι χάριν ἂν ἀπαντήσῃ ἐκ τοῦ σκάπτειν θησαυροῦ τινος εὕρεσις, ἀπὸ τύχης φαμὲν τὴν εὕρεσιν τοῦ θησαυροῦ γεγονέναι·

οὐκ ἀπὸ τύχης δέ, εἰ τούτου χάριν ἔσκαπτεν.

τότε μὲν γὰρ ἂν ἦν οὐ κατὰ συμβεβηκὸς τὸ σκάπτειν τῆς εὑρέσεως αἴτιον, ὥσπερ οὐδὲ τὸ φυτεῦσαι, νῦν δὲ κατὰ συμβεβηκός, οὐ γὰρ τούτου χάριν ἐγίνετο.

ἡ γοῦν τύχη ἐστὶ τὸ κατὰ προαίρεσιν γινόμενον, ὅταν αἴτιόν τινος γένηται κατὰ συμβεβηκός, ἀόριστον δὲ ἀεὶ αἴτιον οὕτως τό τινος χάριν γιγνόμενον γίγνοιτο, καὶ εἴη ἂν ἡ τύχη αἰτία κατὰ συμβεβηκός·

οὐχ ἁπλῶς δέ, ἀλλ’ ἐν τοῖς ποιητικοῖς τοῖς ἕνεκά του γιγνομένοις, καὶ τούτων ἐν τοῖς κατὰ προαίρεσιν.

οὐ γὰρ λέγομεν τὸ ἀπὸ τύχης ἐν τοῖς κατὰ φύσιν γιγνομένοις, ὅταν ἄλλο τι παρὰ τὸν τῆς φύσεως σκοπὸν γένηται, ὥσπερ τὰ τέρατα·