De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τοῦτο δὴ οὕτως ἔχειν ἀναγκαῖόν ἐστιν, ἐὰν μή τις ἀναίτιος κίνησις εὑρεθῇ.

εὑρίσκεται δὲ καὶ ἔστιν.

οὖ δειχθέντος καὶ τὸ ἐφ᾿ ἡμῖν σωθήσεται καὶ τὸ αὐτόματον καὶ τὰ ἐπὶ τῇ τύχῃ.

δοκεῖ δὲ καὶ Ἀριστοτέλει εἶναί τις ἀναίτιος κίνησις ὡς ἐν τῷ πέμπτῳ λέγεται τῶν Μετὰ τὰ φυσικά. ἡ δὲ κατασκευὴ τοῦ εἶναι ἀναίτιον κίνησίν ἐστιν, εἰ δειχθείη ἐν τοῖς οὖσιν τὸ μὴ ὂν παρεσπαρμένον πως αὐτοῖς καὶ συνοδεῦον.

εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, ἔστι τὸ κατὰ συμβεβηκὸς ὄν.

τὸ γὰρ μὴ ὄν, συμβέβηκεν εἶναι λεγόμενον κατὰ συμβεβηκός τι ὄν, εἴη ἄν τις καὶ κίνησις ἀναίτιος, οὗ ὄντος δεδειγμένον ἂν εἴη τὸ προκείμενον.

ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ, εὐκόλως ἄν τις ἐπιστήσας μάθοι.

εἰ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν ἀίδια, ἄλλα δὲ φθειρόμενα, οὐ παῤ ἄλλην τινὰ ἂν αἰτίαν ἡ διαφορὰ τούτων ἐν αὐτοῖς εἴη ἂν ἢ παρὰ τὴν τοῦ μὴ ὄντος μετουσίαν.

παρὰ γὰρ τὴν τούτου μῖξίν τε καὶ κρᾶσιν καὶ παρουσίαν ἡ ἀτονία τε καὶ ἀσθένεια τοῖς μὴ ἀιδίοις ἐγγιγνομένη κωλύει αὐτὰ ἀεί τε [*](1 τε καὶ ἐφ᾿ ἡμῖν suspectum cf. 171,23 2 ὁποῖον — ἀξιοῦμεν insiticium videtur 3 ἅπασιν ἐδόκει m2, υπεσιν εδουει m1, πασιν ἐδοκει v. c. V: ἅπασιν ἐδόκει Ca: fortasse γίνοιτο, ⟨ὃ⟩ καὶ αὐτό τισιν ἐδόκει 4 γιγνομένων V: γινομένων Ca 6 γίγνεται corr. ex. γίνεται V: γίνεται Ca δὴ V: δὲ Ca 9 τύχῃ v. c. et m2, εὐχῇ m1 V: τύχῃ Ca 9 ἀριστοτέλει VC: ἀριστοτέλῃ a 10 ἐν τῷ πέμπτῳ τῶν Μετὰ τὰ φυσικά] i. e. ἐν τῷ Ε (cf. p. 151,9. 11) τῶν Μετὰ τὰ φυσικά. respicit enim, ut videtur, Ar. Met. Ε 2, 1026 a 33—1027b 16. 11 τοῦ Va: τῶν C τὸ μὴ m2, μὴ m1 V: τὸ μὴ Ca 13 συμβεβηκος ὂν v. c. συμβεβηκοσιν m1 V: συμβεβηκός τι ὄν C: συμβεβηκὸς ὂν a τὸ γὰρ μὴ ὄν v. c. τὸ γὰρ δι᾿ ὂν ὄν m1 V: τὸ γὰρ μὴ ὂν ὂν C: τὸ γὰρ μὴ ὂν ὅν a ?? συμβέβη| κε (βη in mg. m1, τινι sive γινι, quod in extremo argine a v. c. adscriptum est, ad vocem obscuram ?? referendum esse videtur) V: συμβέβηκεν C: καὶ συμβέβηκεν a. locus corruptus ita fere restituendus videtur: εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν (⟨ἔστι δέ, ἐπεὶ ἐν τοῖς οὖσίν⟩ ἐστὶ τὸ κατὰ συμβεβηκὸς ὄν· τὸ γὰρ μὴ ὄν, εἴ τινι συμβέβηκεν εἶναι, λεγόμενον [sc. ἐστὶ cf. p. 5,10] κατὰ συμβεβηκός τι ὄν). εἴη ἄν τις καὶ κίνησις ἀναίτιος. omnis quantum ego video huius capitis disputatio mirabili quadam nititur verborum Aristoteliorum interpretatione (et. Ε2, 1026b 13) ὥσπερ γὰρ ὀνόματι μόνον τὸ συμβεβηκός ἐστιν. διὸ Πλάτων τρόπον τινὰ οὐ κακῶς τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν ἔταξεν et (v. 21, ib) φαίνεται γὰρ τὸ συμβεβηκὸς ἐγγύς τι τοῦ μὴ ὄντος. haec enim a logica ad physicam rationem trsansferens sumit scriptor idem esse secundum Aristotelem τὸ μὴ ὄν atque τὸ κατὰ συμβεβηκός, et, cum τὸ συμβεβηκὸς in rebus esse appareat, esse etiam τὸ μὴ ὄν. hoc autem (in parenthesi v. 13, quam ego constitui) demonstrato pergit (v. 15), eiam act esse τὸ μὴ ὄν: ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ κτλ. 15 οὗ ὄντος v. c. et m2, οὗ παντος m V: οὗ ὄντος Ca πως m2, πω m1 V: πως Ca 16 ὂν] ὅν a 17 ἐστιν ἀίδια· sic m1 V ἄλλα δὲ φθειρόμενα m2, αλλα αειρομεν m1 ἄλλα φθειρόμενα v. c. V: ἄλλα δὲ φθειρόμενα Ca 18 αἰτίαν Ca: αιτιαν v. c. σιτια m1 V 19 τε VC: τι a 20 ἀτονία m2, ἀτοπία m1 V: ἀτονία Ca)

171
εἶναι καὶ ὁμοίως ἔχειν ἀεί.

εἰ γὰρ μὴ ἦν τι τοῦ μὴ ὄντος ἐν τοῖς οὖσιν, οὐδ’ ἂν τοῦ εὖ ἐγίγνετο.

εἰ δὲ παρὰ μὲν τὴν τοῦ μὴ ὄντος μῖξιν τά τε φθαρτὰ τοιαῦτ’ ἐστι, καὶ πρὸς αὐτοῖς τὰ ψευδῆ, ἔστι δέ τινα ἐν τοῖς οὖσιν φθαρτά τε καὶ φθειρόμενα καὶ ψευδῆ, ἔστιν τι τοῦ μὴ ὄντος ἐν αὐτοῖς.

καὶ ἀνάπαλιν δὲ ὑγιές ἐστι ληφθέν·

εἰ μή ἐστι τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, οὐκ ἔσται τινὰ τῶν ὄντων φθαρτά.

ἔστιν ἄρα τὸ μὴ ὄν.

εἰ δή ἐστιν τὸ μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον.

τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη.

ὅταν γὰρ ἐπί τινι αἰτίᾳ ἐπακολουθήσῃ τι, μὴ τοῦ τοῦτο γενέσθαι χάριν τῆς αἰτίας οὔσης, τότε τούτου τοῦ ἐπηκολουθηκότος κατὰ συμβεβηκὸς αἴτιον λέγεται τὸ προηγούμενον, τουτέστιν οὐκ αἴτιον ἄρα.

ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο·

οὐ γὰρ δι᾿  οἰκείαν αἰτίαν.

τοῦτο δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν.