De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἤτοι γὰρ ἀνθρώπου εἰσὶν διαφοραὶ ἢ ἄλλου τινὸς εἴδους, ἐν οἷς τὸ μὲν ἄρρεν ἐστί, τὸ δὲ θῆλυ, ἢ τοῦ ζῴου τοῦ τούτων γένους.

ἀλλ᾿ ἀνθρώπου μὲν οὐκ ἔστι διαιρετικὴ διαφορά. αἱ γὰρ οἰκεῖαί τινος διαιρετικαὶ διαφοραὶ οὐκ εἰσὶν ἐπὶ πλέον ἐκείνου, ὃ διαιροῦσιν, οἷον τῶν τὸ ζῷον διαιρούντων διαφορῶν οὐδεμία ἔξω τοῦ ζῴου πίπτει οὐδὲ ὑπάρχει τινί, ὃ μὴ ζῷόν ἐστιν.

περιέχεσθαι γὰρ δεῖ τὰς τεμνούσας τι κυρίως διαφορὰς ἐν τῷ τεμνομένῳ πρὸς αὐτῶν.

εἰ γάρ τινες ἐπὶ πλέον εἶναι δοκοῦσιν τῶν τεμνομένων πρὸς αὐτῶν, τῷ μὴ τούτων εἶναι κυρίως, ἀλλὰ τῶν ἐπαναβεβηκότων αὐτοῖς γενῶν κατὰ τοῦτο δοκοῦσιν ὑπερβάλλειν τούτων, οὐκέτι ἐκείνων ἐκπίπτουσαι.

οἷον εἴ τις τὸ πεζὸν ζῷον τέμοι τῷ δίποδι, δοκεῖ ἡ δίπουν διαφορὰ εἶναι καὶ ἐν παντὶ ζῴῳ. ἔστι γὰρ καὶ ἐν τῷ πτηνῷ· τοῦ γὰρ ζῴου κυρίως ἐστιν διαιρετική, οὗ οὐκέτι ἐπὶ πλεῖον ῥηθῆναι δύναται.

οὐ γάρ ἐστί τι μὴ ζῷον δίπουν.

καὶ τὸ θῆλυ δὴ καὶ τὸ ἄρρεν οὐκ ἂν εἶεν ἀνθρώπου τμητικαὶ διαφοραί, ἐπεὶ καὶ ἐν ἄλλοις ζῴοις εἰσίν, καὶ οὐκ ἐν ἀνθρώποις μόνοις.

διὰ ταῦτα οὖν οὐδὲ τῶν ἄλλων τινὸς εἶεν ἂν διαφοραὶ τῶν εἰδῶν τοῦ ζῴου, ἀλλ᾿ οὐδὲ τοῦ ζῴου οἷόν τε λέγειν αὐτὰς τμητικὰς εἶναι καὶ εἰδῶν ποιητικάς.

αἱ γὰρ ἀντιδιαιρούμεναι ἀλλήλαις διαφοραὶ οὐ δύνανται συνυπάρχειν ἐν εἴδει τῷ αὐτῷ.

οὔτε γὰρ τὸ λογικὸν καὶ ἄλογον ἐν τῷ αὐτῷ εἴδει οἷόν τε εἶναι, οὔτε τὸ πεζὸν καὶ πτηνὸν ἢ ἔνυδρον οὔτε δίπουν καὶ ἄπουν, τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς αὐτοῖς ἐστιν εἴδεσιν.

καὶ γὰρ ἐν ἀνθρώπῳ ὄντι ταὐτῷ κατὰ τὸ εἶδος καὶ ἐν ἵππῳ καὶ κυνὶ καὶ τοῖς ἄλλοις ὁμοίως, ὅσα ἐκ συνδυασμοῦ γίνεται, οὐκ ἄρα τμητικαὶ διαφοραὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν·

οὐδ᾿ ἄρα ἕτερον τῷ εἴδει τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥστε οὐδὲ γυνὴ καὶ ἀνήρ. |

[*](159v)

Περὶ τοῦ ἐφ᾿ ἡμῖν ἐλέγετό τις καὶ τοιάδε δόξα.

εἰ ἡ μὲν φύσις οὐχ ὁμοία πάντων, ἀλλ᾿ ἔχει διαφοράν (φύσει γὰρ εὐφυεῖς τινες, οἱ δ᾿ ἀφυεῖς·

μεγίστην δὲ ἰσχὺν ἡ φύσις ἔχει πρὸς τὸ τοίους ἢ τοίους γίνεσθαι, μετὰ δὲ τὴν φύσιν τὰ ἔθη, ἐξ ὧν ἀμφοτέρων καὶ ἡ προαίρεσις ποιὰ γίνεται), πῶς ἔτι ἔσται ἐφ᾿ ἡμῖν ἡ προαίρεσις, ὅλως ἀπορήσειεν ἄν τις.

καὶ γάρ, εἰ καὶ τὴν διδασκαλίαν αἰτιῷτο, οὐδὲ τὸ μαθεῖν ἐφ᾿ ἡμῖν, λέγω δὲ τὸ [*](8 τὸ delevi 10 ζούου a γένος a 18 fortasse ἡ ⟨κατὰ τὸ⟩ δίπουν 19 ἐ||||ν παντὶ V γὰρ post ἔστι om. a 25 δύναται a 27 πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον a)

170
τοιοῦτον ἐφ᾿ ἡμῖν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν τέ ἐστι καὶ ἐφ᾿ ἡμῖν, ὁποῖον ἡμεῖς εἶναι τὸ ἐφ᾿ ἡμῖν ἀξιοῦμεν.

ἔτι δὲ μᾶλλον ἀποροῖτ᾿ ἂν τοῦτο, εἰ μηδὲν ἀναιτίως γίνοιτο·

καὶ αὐτὸ ἅπασιν ἐδόκει.

δεῖ γὰρ τῶν ἐπὶ τοῦ παρόντος ὑφ᾿ ἡμῶν γιγνομένων προϋπάρχειν τὸ αἴτιον, ἀδύνατον δέ ἐστι τὴν αὐτὴν αἰτίαν εἶναι τῶν ἀντικειμένων, ἀλλ᾿, εἰ τοῦτο, ἐξ ἀνάγκης πάντα τὰ γιγνόμενα γίγνεται.

προκαταβέβληται γὰρ αὐτῶν τὰ αἴτια.