De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Τὸ θῆλυ καὶ τὸ ἄρρεν οὔ φησιν Ἀριστοτέλης διαφορὰς εἰδοποιοὺς εἶναι τοῦ ζῴου, ὅτι καθόλου αὗταί εἰσιν διαιρετικαὶ τῶν γενῶν εἰς τὰ εἴδη διαφοραί, αἳ ἔχουσαι ἐναντίωσιν καὶ ἀντίθεσιν κατὰ τὸν λόγον, αἱ δὲ ὑλικαὶ διαφοραὶ καὶ τὰ τοῦ ὑποκειμένου πάθη οὐ ποιοῦσιν ἕτερα τῷ εἴδει.

διὰ τοῦτο τὸ λευκὸν καὶ τὸ μέλαν, καίτοι ἐναντία ὄντα, οὐ ποιεῖ σώματος εἰδικὴν διαίρεσίν τε καὶ διαφοράν.

πάθη γὰρ ταῦτα τοῦ ὑποκειμένου, ἀλλ᾿ οὐ τοῦ κοινοῦ εἴδους τε καὶ λόγου τοῦ σώματος διαίρεσις.

ἐπεὶ τοίνυν καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν κατὰ πάθος ὑλικὸν τὴν διαφορὰν ἔχει, οὐ ποιεῖ τὰ ζῷα τῷ εἴδει διάφορα.

πέψει γὰρ καὶ ἀπεψίᾳ καὶ θερμότητι καὶ ψυχρότητι τῆς ὑποκειμένης ὕλης ἡ τούτων διαφορά.

οὐ γάρ ἐστι ταῦτα τὰ πάθη οἰκεῖα τοῦ ζῴου κατὰ τὴν οὐσίαν καὶ τὸν λόγον, ἀλλὰ κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην καὶ τὸ σῶμα.