De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὰ δὲ συνθέσεις.

οὐ γὰρ σῶμα ἡ σύνθεσις.

ὁμοίως δὲ καὶ τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ οὐ θνητά τε καὶ ἀθάνατα, οὐκέτι·

τὰ δὲ θάνατοι.

οὐ γὰρ ζῷον ὁ θάνατος.

πάλιν τῶν ζῴων τὰ μὲν λογικά, τὰ δ᾿ οὐ λογικά τε καὶ ἄλογα, οὐκέτι·

τὰ δὲ λόγοι.

οὐ γὰρ λόγοι τὰ ζῷα.

τὸν αὐτὸν οὖν τρόπον ἐροῦμεν καὶ τῶν σωμάτων τὰ μὲν εἶναι ἔμψυχα, τὰ δὲ οὐκ ἔμψυχα καὶ ἄψυχα, οὐκέτι δὲ καὶ ψυχάς·

οὐ γὰρ αἱ ψυχαὶ σώματα.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ὑπό τινος συνέχεται ἢ ὑφ᾿ αὑτῆς.

ἀλλ᾿ ὑφ᾿ αὑτῆς μὲν οὐχ οἷόν τε ὡς μιᾶς καὶ δι᾿ ὅλης ὁμοίας.

ἀδύνατον γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ συνέχειν τε καὶ συνέχεσθαι.

λείπεται ἄρα μέρος μὲν συνέχειν αὐτῆς, μέρος δὲ συνέχεσθαι.

εἰ δὲ τοῦτο, εἴη ἂν τὸ μέρος τὸ συνέχον ἡ ψυχή, οὐ τὸ συνεχόμενον, ὅ, εἰ καὶ αὐτὸ σῶμα, ἤτοι ὑπὸ ἄλλου συνέχεται, ἢ ὑφ᾿ αὑτοῦ, καὶ τοῦτο εἰς ἄπειρον.

εἰ γὰρ ὅλην λέγοιεν αὐτὴν συνέχειν τε καὶ συνέχεσθαι ὡς ἕν τι καὶ ταὐτὸν ὄν, δυνήσεταί τι καὶ ἔχειν καὶ ἔχεσθαι ὑφ᾿ αὑτοῦ καὶ ποιεῖν ταὐτὸ καὶ πάσχειν.

[*](145v) οὐδὲ γὰρ ἡ τρίβουσα χεῖρ καὶ ἀντιπάσχουσα κατὰ τὴν αὐτὴν δύναμιν ποιεῖ τε καὶ πάσχει.

καὶ καθόλου οὐδὲν τῶν ὑπό τινος ἐχομένων καὶ αὐτὸ ἔχει.

οὔτε γὰρ θερμότης οὔτε γλυκύτης, οὔτε σχῆμα οὔτε χρῶμα οὔτε ὑγίεια οὔτε ἁρμονία.

ἀλλ᾿ οὐδὲ ἀρετὴ ἢ ἐπιστήμη.