De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ὅτι μὲν ἡ ψυχὴ ἀσώματος, ἱκανὸς μὲν παραστῆσαι καὶ ὁ λόγος, καθ᾿ ὃν εἶδος οὖσα δείκνυται παρὰ Ἀριστοτέλους ἡ ψυχή (οὐδὲν γὰρ εἶδος σῶμα), οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε τῶν λόγων δειχθείη ἂν οὖσα ἀσώματος.

εἰ παντὸς σώματος αἱ ποιότητες αἰσθηταί, τῆς ψυχῆς δὲ αἱ ποιότητες οὐκ αἰσθηταί (αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐ τοιαῦται), οὐκ ἄρα σῶμα ἡ ψυχή.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων), εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη)·

οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.

οὐ γὰρ δὴ οὕτω ἐστὶν οὐκ αἰσθητὴ ὡς τὰ διὰ σμικρότητα ἀναίσθητα σώματα.

[*](1 fortasse τοῦ ὀργάνου 3 post δὴ lacuna trium literarum M ἀριστοτέλην MKa 4—5 τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ περὶ Ψυχῆς] Ar. de an. 3,5. 430a11 sq. 5 προσοικειοῦν VK: προσεικοῦν M: προσοικοῦν a 7 ὁ αὐτὸς M 9 τὰ om. 12 τότε τούτοις MKa 15 καὶ μὴν καὶ MKa 17 ἐν ὑπάρχει 18 ἢ ex Vict.: ἣ VKa: ἥτις M cf. p. 82,12 19 τὸ om. M 22 ἀμίβων a 31 ἔτι εἰ scripsi: εἰ VKa αὐτοῦ Ka 32 ἐνεργείᾳ V ex. Vict.: ἐνέργειαν Ka)

114
ἔτι πᾶν σῶμα ἢ ἐνεργείᾳ ἢ δυνάμει αἰσθητόν, ἡ δὲ ψυχὴ οὔτε ἐνεργείᾳ οὔτε δυνάμει αἰσθητόν·

ὥστε οὐ σῶμα.

ἔτι εἰ ἡ ψυχὴ ὡς αἰσθητῆς αὑτῆς αἰσθάνεται, καὶ ἄλλης αἰσθήσεται.

οὐκ αἰσθάνεται δὲ ἄλλης, οὐδ᾿ αὑτῆς ἄρα ὡς αἰσθητῆς.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ἔμψυχον ἢ ἄψυχον.

ἀλλὰ μὴν ἄτοπον τὸ ἄψυχον.

εἰ δὲ ἔμψυχον, ζῷόν τε ἔσται καὶ πάλιν ἐκείνου ἡ ψυχὴ ἤτοι ἔμψυχος ἢ ἄψυχος, καὶ τοῦτο εἰς ἄπειρον.

ἂν δ᾿ ἐνιστάμενοι πρὸς τὴν διαίρεσιν τῶν σωμάτων τὴν λέγουσαν τὰ μὲν ἔμψυχα εἶναι αὐτῶν, τὰ δὲ ἄψυχα, λέγωσιν μὴ ὑγιῶς διῃρῆσθαι, εἶναι γὰρ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, τὰ δὲ ψυχάς, ῥητέον, ὅτι τοῖς κατὰ ἀντίφασιν διαιρουμένοις οὐδέποτε ἀντιδιαιρεῖται τοῦτο, οὗ ἐστιν ἡ ἀπόφασις·

οἷον εἰ διαιρούμενοι τῶν σωμάτων τὰ μὲν λέγοιμεν εἶναι κεχρωσμένα, τὰ δὲ ἄχροα (ἐν γὰρ τῷ αὐτῷ γένει τῷ τῆς ἕξεως δεκτικῷ ταὐτὸν δύναται τῇ ἀποφάσει ἡ στέρησις), οὐκέτι μέντοι λέγομεν·

τὰ δὲ χρώματα.

διαφορὰ γὰρ σωμάτων τὸ κεχρῶσθαι ἢ ἄχροα εἶναι, ἀλλ᾿ οὐ τὰ χρώματα.

καὶ πάλιν τῶν σωμάτων τὰ μὲν ὀσμὴν ἔχοντά ἐστιν, τὰ δὲ οὐκ ἔχοντα καὶ ἄοσμα, οὐκέτι λέγομεν·

τὰ δὲ ὀσμαί. καὶ τὰ μὲν ποιότητα ἔχοντα, τὰ δὲ οὐκ ἔχοντα ποιότητα καὶ ἄποια, οὐκέτι·

τὰ δὲ ποιότητες.

ἢ τῶν σωμάτων τὰ μὲν σύνθετα, τὰ δὲ οὐ σύνθετα, οὐκέτι·