De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

πάντα γὰρ σχεδὸν οἱ λῃστεύοντες παρὰ πᾶσιν τὰ αὐτὰ ποιοῦσιν, εἰς οὓς ἀδικοῦσιν.

εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ τὰ τούτοις ἀντικείμενα, οὖσιν ἀδίκοις φύσει, δίκαιά ἐστι φύσει.

καὶ γὰρ οὐδ᾿ ἄλλο τί ἐστιν τὸ ἀδικεῖν ἢ παράβασις τοῦ δικαίου.

ὥστε εἰ παράβασις δικαίου ἐστίν τις φύσει, δῆλον ὡς καὶ τὸ δίκαιον πολὺ πρότερον, οὗ ἡ παράβασις ἄδικός ἐστι, φύσει.

ὕστερον γὰρ ἡ παράβασίς τινος ἐκείνου, οὗ ἐστιν παράβασις.

οὐδὲν γὰρ ἄλλο ἄδικόν ἐστι τὸ φύσει, ἢ παράβασις καὶ ἐναντίωσις τοῦ φύσει δικαίου.

ἔτι ὡς ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔχει, οὕτως εὔλογον καὶ ἐπὶ δικαιοσύνης ἔχειν.

ἐπὶ δὲ τῶν ἄλλων καθ᾿ ἑκάστην αὐτῶν φύσει ἐστὶ τὰ πρασσόμενα ὑπ᾿ αὐτῶν τοιαῦτα.

φύσει γὰρ ἀνδρεῖα ὁ τὴν ἀνδρείαν ἔχων πράττει, καὶ φύσει σωφρονικὰ τὰ ἀπὸ σωφροσύνης πραττόμενα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔστιν ἄρα καὶ δίκαια φύσει πραττόμενα καὶ δικαιοσύνη.

Εἰ ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμων, ὁ δὲ εὐδαίμων εὐδαιμόνως βιοῖ (ἡ γὰρ εὐδαιμονία ἐν βίῳ), ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμονα βιοῖ βίον.

ὁ δὲ εὐδαίμων βίος αἱρετός, οὐκ ἀβούλητος·

ὁ εὐδαίμων ἄρα βίος οὐκ ἀβούλητος.

οὐκ ἄρα, ὃν καταλείπει τις βίον ἑκών, εὐδαίμων οὗτος βίος.

ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον.

ὁ τὴν ἀρετὴν ἄρα ἔχων βίος καὶ ὁ κατὰ ἀρετὴν οὐκ εὐδαίμων.

οὐκ ἄρα ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν αὐτάρκης.

ἔτι εἰ ὁ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν οὐκ ἄτοπόν τι ζητεῖ, ὁ δὲ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς ἀρετήν, ἄτοπόν τι ζητεῖ, οὐ ταὐτὸν ζήτημα ἑκάτερον αὐτῶν.

εἰ δὲ μὴ ταῦτα ταὐτά, οὐ ταὐτὸν ἀρετὴ καὶ εὐδαιμονία.

[*](156v) δαιμονία.