De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔστι δὲ τοιαῦτα πολλὰ καὶ προσαγορεύειν εἰώθαμεν ἀπ᾿ αὐτοῦ τοῦ πάθους ἄγραφα νόμιμα, κοινὰ πᾶσιν ἀνθρώποις ὄντα, τοῖς γε μὴ πεπηρωὁρμάμένοις.

[*](2 ὁρμά τι a 3 φαμεν V: μὲν a 10 ζῴων m2, ζωιον m1 V: ζώων a 14 τι τῶν m2, τῶν m1 V: τι τῶν a νοημάτων ἢ scripsi: ἢ Va 16 τι τὶ m1 V μόνον: μόνῳ a: fortasse μὲν 18 λέγειν] λ in lit. V: λέγειν θέσει a 19 μαρτυρεῖτ᾿ a γὰρ supra lin. V 23 αὐτοῖς] αἰ τοῖς a 25 argumentatio postulare videtur ὑπαρχόντων ἡμῖν ⟨φύσει⟩ cf. v. 29 τῷ καὶ τὰς ἐνεργείας ὑπάρχειν ἡμῖν φύσει 30 κοινωνικοὶ] post ων una lit. erasa V 35 γράμμασιν om. a 36 fortasse πολλά ⟨ἃ⟩·)
158

τό τε γὰρ αἰδεῖσθαι τοὺς πρεσβυτέρους καὶ τὸ σέβειν τὸ θεῖον καὶ τὸ τιμᾶν τοὺς γονέας καὶ τοὺς βελτίονας, ἄγραφα καὶ κοινὰ δίκαια παρὰ πᾶσιν ἀνθρώποις φύσει τηρούμενα.

οὐ γὰρ περὶ τούτων οὔτε συντίθενται πρὸς ἀλλήλους οὔτε γράφουσιν, ἀλλ᾿ ὡς ὁμολογουμένων καὶ κεκυρωμένων ὑπὸ τῆς φύσεως οὕτως ἔχειν, περὶ τοῦ τρόπου τῆς τιμῆς νομοθετοῦσιν, οἱ μὲν οὕτως, οἱ δὲ οὕτως, καὶ οἱ μὲν διὰ τοιῶνδε, οἱ δὲ διὰ τοιῶνδε ταῦτα ποιήσειν ἡγούμενοι, ἐν οἷς ἂν ἕκαστος προειθισμένος, περὶ ἃ λοιπὸν τὸ κατὰ συνθήκην δίκαιον ἰσχὺν ἔχει.

ὧδε μὲν γὰρ ἢ ὧδε σέβειν τὸ θεῖον ἢ τιμᾶν τοὺς γονεῖς τὸ κατὰ συνθήκην δίκαιόν τε καὶ νόμιμον λέγει.

διὸ καὶ ἄλλοτε ἄλλως παῤ ἄλλοις τούτων ἕκαστον.

ἀεὶ δὲ καὶ παρὰ πᾶσίν ἐστι τὸ τιμᾶν τε καὶ σέβειν τὸ θεῖον ἐν τῇ τῶν ἀνθρώπων ἐνιδρυμένον φύσει.

διὸ καὶ οὐχ ὁτὲ μέν, ὁτὲ δ᾿ οὔ, οὐδὲ παῤ οἷς μέν, πὰῤ οἷς δ᾿ οὔ.

καθόλου δὲ ταῦτά τις λέγων εἶναι φύσει δίκαια οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, ὧν χωρὶς ἀδύνατον εἶναι κοινωνίαν.

οὐ γὰρ δὴ τὸ μὲν τῆς κοινωνίας φύσει, οὐ φύσει δὲ τὸ δι᾿ ὧν ἡ κοινωνία σώζεται, ἀλλ᾿ ἔστιν ἀνάγκη, φυσικῆς οὔσης τῆς κοινωνίας, εἶναι φύσει καὶ τὰ δίκαια, δι᾿ ὧν ἐστιν ἡ κοινωνία.

ὅτι γὰρ τὸ δίκαιον συνέχει τὴν κοινωνίαν δῆλόν ἐστιν ἐπὶ τῶν ἀδικωτάτων εἶναι δοκούντων.

οὗτοι δέ εἰσιν οἱ λῃσταί, οἷς ἡ πρὸς ἀλλήλους κοινωνία ὑπὸ δικαιοσύνης σώζεται τῆς πρὸς ἀλλήλους.

διά τε γὰρ τὸ μὴ πλεονεκτεῖν ἀλλήλους καὶ διὰ τὸ μὴ ψεύδεσθαι, καὶ διὰ τὸ τιμᾶν τὸ.

κρεῖττον δοκοῦν καὶ τὸ τὰ συγκείμενα φυλάττειν, καὶ διὰ τὸ βοηθεῖν τοῖς ἀσθενεστέροις, διὰ ταῦτα ἡ πρὸς ἀλλήλους αὐτοῖς κοινωνία συμμένει, ὧν πᾶν τοὐναντίον εἰς οὓς ἀδικοῦσιν ποιοῦσιν.

ὅτι γὰρ φύσει ταῦτά ἐστι δίκαια, σημεῖον μέγιστον τὸ μηδ᾿, ἂν συνθῶνται τὰ ἀντικείμενα τούτων πρὸς ἀλλήλους ὡς δίκαια, δύνασθαι συμμένειν αὐτῶν τὴν κοινωνίαν, καίτοι γε ἦν ἂν ἀκόλουθον πᾶν ὁμοίως τῆς κοινωνίας εἶναι σωστικὸν ἐν συνθήκῃ γενόμενον.

εἰ δὲ τὰ μὲν συνθεμένων καὶ μὴ συνθεμένων τηρεῖ τὴν κοινωνίαν, τὰ δ᾿ ἀντικείμενα τούτων φθείρει, ἃ συνθεμένους σώζει, φύσει ταῦτά ἐστιν, κἂν κατὰ συνθήκην γένηται.

ἔοικεν γὰρ ἡ συνθήκη ζήτησίς τις εἶναι τοῦ φύσει δικαίου καὶ ὁμολογία κοινὴ τῶν εὑρημένων.

ἀλλ᾿ οἱ μὲν τῶν ζητούντων καὶ εὑρίσκουσιν τὸ ζητούμενον, οἱ δὲ διαμαρτάνουσιν, ὥσπερ οὖν καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τοῖς διὰ ζητήσεως εὑρίσκεσθαι πεφυκόσιν.

ἔτι οἱ διεγνωκότες ἀδικεῖν τε καὶ λῃστεύειν οὐκ ἐξετάσαντες τὰ κείμενα νόμιμα διὰ τοῦ ταῦτα παραβαίνειν λῃστεύουσίν τε καὶ κακουργοῦσιν, ἀλλ᾿ ὡς ὄντων φανερῶν ἀδικημάτων, δι᾿ ὧν τὸ λῃστεύειν, ἄγουσιν ἐπ᾿ αὐτό.

εἰ δ᾿ ἔστιν ἄδικά τινα φύσει, καὶ οὐ τῇ τῶν συγκειμένων δικαίων παραβάσει, ἀνάγκη καὶ δίκαια φύσει λέγειν εἶναι τὰ τούτοις ἐναντία.

ὅτι δέ ἐστιν ἄδικα φύσει, δῆλον ἐκ τοῦ παρὰ πᾶσιν καὶ [*](4 ὁμολογουμένων καὶ κεκυρωμένων] cf. οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης μεν τῆς φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι 161,11 εἰ ἴσον τόπον κατέχει ἥ τε ψυχὴ καὶ τὸ σῶμα σὺν αὐτῇ, καὶ χωρισθείσης τὸ σῶμα μηδὲν ἐλάττονα 141,4 δεδειγμένου δέ 14431 7 ἡγούμενον a 15 γὰρ δὴ v. c. γὰρ m1 V: γὰρ δὴ a ἡ supra lin. V 19 λῃσταί, ληστεύειν a δικαισύνης a 24 τὸ m2, τοῦ m1 V: τὸ a)

159
τοῖς ὑπεναντιωτάτους ἔχουσι νόμους εἶναί τινα κοινά, ἃ οἱ τὸ ἀδικεῖν προαιρούμενοι πράττουσιν, εἰς οὓς ἀδικοῦσιν.