De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι δὲ καὶ ἐκ τῆς κακίας οἷόν τε ταὐτὸν τοῦτο δεῖξαι.

εἰ γὰρ ὁ κακίαν ἔχων ἀπλῶς κακός (ὁ δ᾿ ἁπλῶς κακὸς οὐκ ἂν εἴη καὶ ἁπλῶς ἀγαθός·

ἅμα γὰρ ἂν εἴη ἐν τῷ αὐτῷ κατὰ ταὐτὸν τἀναντία ἔχων), ἀδύνατον τὸν ἔχοντα κακίαν τινὰ καὶ ἀρετὴν ἔχειν ἅμα.

ἔτι εἰ οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι (πῶς γὰρ οὖσαί γε ἀλλήλαις ἐναντίαι, εἴ γε αἱ μὲν ἐν ὑπερβολῇ, αἱ δὲ ἐν ἐνδείᾳ) καὶ ἔστιν αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν, εἴη ἂν καὶ μία κακία αὐτάρκης πρὸς κακοδαιμονίαν.

τὸν δὲ κακοδαίμονα πῶς οἷόν τε λέγειν ἔχειν ἀρετήν τινα;

ἔτι εἰ ἡ ἀρετὴ τοῦ καλοῦ χάριν καλὸν πάντα πράττει (πρακτικὴ γὰρ ἡ ἀρετὴ τῶν ἐν τοῖς πρακτοῖς καλῶν), ὁ τὴν ἀρετὴν ἔχων φιλόκαλός τις ἂν εἴη·

ὁ δὲ φιλόκαλος τὸ ἐν πᾶσιν καλὸν ἀσπάζεται·

ὁ δὲ τὸ ἐν πᾶσι καλὸν ἀσπαζόμενος πᾶσαν ἀρετὴν ἔχει.

εἰ γάρ τις τὸ μὲν ἐν ἀνδρείᾳ καλὸν ἀσπάζὄμενος μηκέτι δὲ καὶ τὸ ἐν δικαιοσύνῃ, οὐδὲ τὸ ἐν ἀνδρείᾳ ἂν καλὸν ἡ καλὸν μεταδιώκοι.

εἰ δὲ τοῦτο, οὐδ᾿ ἂν ἀνδρεῖος εἴη.

πᾶν γὰρ καλὸν ἀδιάφορον [*](2 μὲν om. a αὐτόν a: αὑτόν V 3 πράξαντι] π in lit. V φιλοχρήμματος V πρὸ V ex. Vict.: πρὸς a 7 τὴν ἡδονὴν ἕλοιτ᾿ ἄν m2 in mg. add. V 8 ἀλλὰ in lit. V ante προδότας desideratur sive θρασεῖς sive λεγομένους ἀνδρείους 11 αὐτῷ a νεμεῖ scripsi: νέμει Va cf. 63,25 ἐνθήσει a 12 ἀπειλούμενος scripsi: ἀπειλούμενον Va 13 χαίρειν ταῖς αὐταῖς ἡδοναῖς a 14 fortasse τῇ κατ᾿ ἐκεῖνο (cf. lnd. s. v. neutrum) λυμαίνεσθαι ⟨τὴν⟩ τῆς 20 γεωμέτρης a: γεσωμέτρης V καλεῖται] ει in lit. V 23 τινὰ om. a ταὐτὸ a 24 γὰρ καὶ ὁ a 25 γὰρ ἂν εἴη a: γὰρ ἂν εἰν Va 29 εἴη ἂν καὶ—πρὸς κακοδαιμονίαν om. a 32 πρακτοῖς V: πρακτικοῖς a)

155
καλόν.

εἴτε γὰρ μὴ γνωρίζει πᾶν καλόν, οὐδ᾿ ἂν τόδε τι ὡς καλὸν γνωρίζοι (μία γὰρ γνῶσις ἡ τοῦ καλοῦ καθὸ καλόν), εἴτε γνωρίζει μέν, μὴ αἱρεῖται δέ, οὐκ ἂν εἴη φιλόκαλος·

ὥστ᾿ οὐδέ, ὃ πράττει καὶ προαιρεῖται, πράξει καθὸ καλόν·

ὥσπερ γὰρ ὁ φίλοινος πρὸς πάντα οἶνον οἰκείως ἔχει, οὕτως δὲ καὶ ὁ φιλόκαλος πᾶν καλὸν αἱρεῖταί τε καὶ ἀσπάζεται.

ἔτι εἰ αἱ ἀρεταὶ ἀλλήλων διαφέρουσιν οὐ τῷ σκοπῷ, ἀλλὰ τῷ περὶ ἃ διαφέρουσιν (σκοπὸς μὲν γὰρ πάσαις αὐταῖς εἷς τὸ καλὸν πρόκειται, ἡ δὲ διαφορὰ αὐταῖς καθὸ ἡ μὲν περὶ τάδε τὰ πάθη, θάρρη φέῤ εἰπεῖν καὶ φόβους, ἡ δὲ περὶ τὰς δι᾿ ἁφῆς ἡδονάς, ἄλλη δὲ περί τινα ἄλλα), ὁ μίαν ἔχων ἀρετὴν καὶ τὸν κοινὸν πάσης ἀρετῆς σκοπὸν τὸ καλὸν ἔχει.

ὁ ἔχων δὲ τοῦτο τῶν ὑπ᾿ αὐτοῦ πραττομένων σκοπὸν πάντα ἂν τούτου χάριν πράττοι.

οὕτως δὲ πάσας ἂν τὰς ἀρετὰς ἔχοι σκοπὸν τὸ καλὸν ἐν πᾶσιν οἷς πράττει ποιούμενος.

ἔτι εἰ πᾶσα ἀρετή τινος ἀκρότης ἐστὶ τῆς φύσεως τῆς ἐκείνου, εἴη ἂν καὶ ἡ ἀνθρώπου ἀρετὴ ἀκρότης ἀνθρώπου φύσεώς τε καὶ ψυχῆς.

ἔστι δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ λογικὴ μέν, οὐχ ἁπλῶς δέ, ἀλλ᾿ ἔχουσα δυνάμεις πλείους (τὴν μὲν γὰρ λογικὴν κυρίως, τὴν δὲ ὡς ὑπακούουσαν λόγῳ), καὶ ἀρετὴ εἴη ἂν αὐτοῦ ἡ καθ᾿ ἕκαστα τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἀκρότης, ὥστε μία τις ἐξ αὐτῶν οὐδ᾿ ἂν ἀρετὴ εἴη ἀνθρώπου λαμβανομένη καθ᾿ αὐτήν.

οὐ γὰρ τῷ χωρίζεσθαι καὶ καθ᾿ αὑτὰς ὑφίστασθαι δύνασθαι ἀρεταὶ πᾶσαι καθ᾿ ἑκάστην καλοῦνται, ἀλλὰ τῷ δυνάμεώς τε εἶναι ἄλλης καὶ περὶ ὕλην ἄλλην ἐνεργεῖν.