De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὀρέγεται δὲ οὐχ ἀπλῶς ἐνεργείας, ἀλλὰ τοῦ αὐτὸ ἐνεργεῖν καὶ τῆς οἰκείας τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν μᾶλλον δὲ ἐπεὶ ἡ ἡδονὴ ἕπεται τῇ τοιαύτῃ ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην.

οὐ γὰρ σκοπὸν τῆς ὀρέξεως τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ.

πᾶν γὰρ τὸ κατὰ φύσιν ἡδύ.

οὐ γὰρ ἡσθεὶς πρῶτον, εἶθ᾿ οὕτως ὀρέγεται τοῦ δι᾿ οὗ ἥσθη.

οὐ γὰρ δὴ λόγου γε ἡ φύσις οἰκείου χρήζει, ἀλλ᾿ ἕπεται τῇ τοιᾷδε ἀρχῇ τοῖς γινομένοις φύσει πάντως τὰ μετ᾿ αὐτὴν καὶ τοιόνδε τέλος, εἰ μηδὲν ἐμποδίζοι, οὐ προνοηθὲν ὡς ἐπὶ τῶν τεχνῶν, ἀλλ᾿ οὕτω κατεσκευασμένον.

σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, [*](155r) ὂν ἐνέργεια κατὰ ἀρετήν.

λέγει δὲ ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ηθικῶν καὶ Ἀριστοτέλης οὕτως περὶ τούτου·

ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας.

ὅτι καὶ τοῦ ζῆν ἄπαντες ἐφίενται.

ἡ δὲ ζωὴ ἐνέργειά τίς ἐστι, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ, ἃ μάλιστα ἀγαπᾷ.

ἡ δὲ ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δέ, οὗ ὀρέγονται.

εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται·

τελειοῖ γὰρ ἑκάστῳ τὸ ζῆν ὅπερ ἐστὶν αἱρετόν᾿.

Τὸ τὰς ἀρετὰς ἀντακολουθεῖν ἀλλήλαις καὶ ταύτῃ μὲν ἂν δεικνύοιτο, ᾗ ἀδύνατον μίαν τινὰ ἐξ αὐτῶν ἔχειν ὁλόκληρον μὴ καὶ τὰς ἄλλας ἔχοντα.

οὔτε γὰρ δικαιοσύνην οἷόν τε ἔχειν μόνην, εἴ γε τοῦ μὲν δικαίου τὸ ἐν [*](1 post ἐν συνεχείᾳ, nisi corruptum est, aliquid excidisse videtur. exspectas enim τὴν καθὸ τὸ εἶναί ἐστιν αὐτῷ κατὰ φύσιν ἐνέργειαν (sive ἕξιν sive τελειότητα) cf. 151,31, 153,6,7. 5 ἂν om. a προσοικειωμένον] σ m1 suppl. in mg. ante σ una lit. erasa ὀρεγόμενα] ὀ in lit. V: ὀρεγόμεθα a 8 fortasse αὑτοῖς ἰδίας m2, ἡδίας m1 V: ἰδίας a cf 152,26 11 ἡδεία corr. ex. ἡδία V 12 αὐτὸ ἐνεργεῖν] exspectas αὐτὸς ἐνεργεῖν et αὐτὸς ἥδεσθαι, sed. cf. lnd. s. v. neutrum 13 τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν] haec nisi transposueris post πρὸς ἣν οἰκειοῦται πρώτην aon intellego 14 γὰρ] ρ in lit. V 20 ἀριστοτέλην a 21 ὃν a δεκάτῳ scripsi: κ V: ι a ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ἠθικῶν] Ar. Eth. Nic. 10,3 1175a10 22 δὲ om. a 24 ἐστι] εἶναι Va ἕκαστον Va 26 ὅπερ ἐστὶν αἱρετόν Va: αἱρετὸν ὄν Arist. 28 Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί] cf. Alexandri quaest. nat. et mor. 4,22 29 ἀκολουθεῖν a 31 ἔχειν v. c. ἔχει m1 V: ἔχειν a)

154
πᾶσιν τοῖς δεομένοις τῆς ἀρετῆς δικαίως ἐνεργεῖν (οὐκ ἐνεργήσει δὲ δικαίως ὁ μὲν ἀκόλαστος ἔνθα περιέλκει τι τῶν ἡδέων αὐτόν, ὁ δὲ δειλὸς ἔνθα φοβερὸν ἀπειλεῖταί τι τὰ δίκαια πράξαντι, ὁ δὲ φιλοχρήματος ἔνθα λήμματος ἐλπίς, καὶ ὅλως πᾶσα κακία τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ λυμαίνεταί τι τοῦ δικαίου), ἀλλ᾿ οὐδὲ ἀνδρεῖον οἷόν τε τὸν ἀκόλαστον ἢ τὸν ἄδικον εἶναι ἢ τὸν ἄλλην τινὰ κακίαν ἔχοντα·

ὁ μὲν γὰρ ἀκόλαστος πρὸ τῆς κατ᾿ ἀνδρείαν ἐνεργείας τὴν ἡδονὴν ἕλοιτ᾿ ἂν, ὁ δὲ ἄδικος αἱρήσεταί ποτε τὸ πλέον ἔχειν ἀμελήσας τοῦ κατὰ ἀνδρείαν ἐνεργεῖν·

ἀλλὰ καὶ τοὺς προδότας ὑπὸ τούτων τῶν κακιῶν γινομένους ἰδεῖν ἐστιν.

πῶς δὲ οἷόν τε κατὰ σωφροσύνην καὶ σωφρόνως ἐνεργεῖν τὸν δειλὸν ἢ τὸν ἄδικον;

ὁ μὲν γὰρ ἄδικος αὑτῷ πλέον καὶ τῶν ἡδέων νεμεῖ, ὁ δὲ δειλὸς ἐνδώσει ποτὲ διὰ φόβον ἀπειλούμενος ὑπὸ τυράννου αἰσχραῖς τισιν ἡδοναῖς ἢ καὶ τὴν ἀρχὴν ἀρέσκειν βουλόμενος αὐτῷ διὰ δειλίαν ταῖς αὐταῖς ἡδοναῖς χαίρειν ἐθισθήσεται, καὶ καθόλου ἀδύνατον ἡντινοῦν ἔχοντα κακίαν μὴ τὴν κατ᾿ ἐκεῖνο λυμαίνεσθαι τῆς ἀρετῆς ἐνέργειαν, ὥστ᾿ οὐδὲ ταύτην ἂν ἔχοι τις, ἣν οἴεται, μὴ δυνάμενος ἐν πᾶσιν τοῖς καιροῖς καὶ πρὸς πάντα αὐτῇ χρῆσθαι, πρὸς ἅ ἐστιν ἡ κατὰ ταύτην ἐνέργεια.

ἔτι, εἰ ταύτῃ διαφέρουσιν οἱ διὰ παρουσίαν ἀρετῆς ἀγαθοὶ λεγόμενοι τῶν κατά τινα τέχνην ἢ ἐπιστήμην ἀγαθῶν λεγομένων, ὅτι οἱ μὲν μετὰ προσθήκης ἀγαθοὶ λέγονται (ἀγαθὸς γὰρ τέκτων καὶ ἀγαθὸς σκυτεὺς καὶ ἀγαθὸς γεωμέτρης καλεῖται τὸ ὅλον τοῦτο), ὁ δὲ τὴν ἀρετὴν ἔχων ἁπλῶς καὶ χωρὶς προσθήκης ἀγαθὸς καλεῖται (ἀδύνατον δὲ ἀπλῶς ἀγαθὸν εἶναι τὸν μὴ κατὰ πάντα ἀγαθόν), ἀδύνατον ἄρα μίαν τινὰ μόνην ἀρετὴν ἔχειν.