De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ δὴ λόγου γε ἡ φύσις οἰκείου χρήζει, ἀλλ᾿ ἕπεται τῇ τοιᾷδε ἀρχῇ τοῖς γινομένοις φύσει πάντως τὰ μετ᾿ αὐτὴν καὶ τοιόνδε τέλος, εἰ μηδὲν ἐμποδίζοι, οὐ προνοηθὲν ὡς ἐπὶ τῶν τεχνῶν, ἀλλ᾿ οὕτω κατεσκευασμένον.

σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, [*](155r) ὂν ἐνέργεια κατὰ ἀρετήν.

λέγει δὲ ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ηθικῶν καὶ Ἀριστοτέλης οὕτως περὶ τούτου·

ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας.

ὅτι καὶ τοῦ ζῆν ἄπαντες ἐφίενται.

ἡ δὲ ζωὴ ἐνέργειά τίς ἐστι, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ, ἃ μάλιστα ἀγαπᾷ.

ἡ δὲ ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δέ, οὗ ὀρέγονται.