De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ γὰρ παιδίον τῷ μηδέπω λογικὸν εἶναι οὐκ ἂν εἴη πρῶτον οἰκειωμένον τῇ κατὰ τοῦτο ἐνεργείᾳ, ἀλλὰ ἐπεὶ αἰσθητικόν ἐστι ταῖς κατὰ τὰς αἰσθήσεις ἐνεργείαις εἴη ἂν προσοικειωμένον καὶ ἔτι τῷ τρέφεσθαι.

ὀρεγόμενα δὲ τῆς καθό ἐστιν ἐνεργείας ἀνεμποδίστου, τοῦ τε οἰκείου ἀγαθοῦ καὶ τῆς ἡδονῆς ἂν ὀρέγοιτο, εἴ γέ ἐστιν ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος καὶ ἔτι τοῦ αὐτοῖς περιγενέσθαι αὐτήν (τῆς γὰρ ἰδίας ἐνεργείας ὀρέγονται).

ὁ γὰρ τῆς οἰκείας ἐνεργείας τῆς καθό ἐστι δυνάμει ὀρεγόμενος ὀρέγεται μὲν δηλονότι τῆς ἀνεμποδίστου (τὸ γὰρ κωλυτικὸν καὶ ἐμποδιστικὸν τῆς ἐνεργείας φευκτὸν τῷ ὀρεγομένῳ αὐτῆς), ἅμα δὲ ἡ τοιαύτη καὶ ἡδεῖα.

ὀρέγεται δὲ οὐχ ἀπλῶς ἐνεργείας, ἀλλὰ τοῦ αὐτὸ ἐνεργεῖν καὶ τῆς οἰκείας τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν μᾶλλον δὲ ἐπεὶ ἡ ἡδονὴ ἕπεται τῇ τοιαύτῃ ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην.

οὐ γὰρ σκοπὸν τῆς ὀρέξεως τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ.

πᾶν γὰρ τὸ κατὰ φύσιν ἡδύ.

οὐ γὰρ ἡσθεὶς πρῶτον, εἶθ᾿ οὕτως ὀρέγεται τοῦ δι᾿ οὗ ἥσθη.