De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ γάρ, διότι ἐπεὶ ἀφεστῶτες αἰσθανόμεθα τοῦ ὁρωμένου, ἐκεῖ καὶ τὴν ἀντίληψιν ἡγεῖσθαι γίνεσθαι, κενόν.

καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καίτοι κατὰ πάθος ἀντιλαμβανομένων αὐτῶν τῶν οἰκείων αἰσθητῶν, ὅμως ἀφεστώτων ἡ ἀντίληψις γίνεται.

ἀλλὰ καὶ ἐμφαίνεταί τινα χρώματα καὶ ἐν τῷ μεταξὺ διαφανεῖ ὡς αὐτῷ δεχομένῳ τε τὰ εἴδη καὶ διακονουμένῳ.

φαίνεται γοῦν ἐπιχρώννυσθαί τινα ταῖς τῶν παρακειμένων χροιαῖς·

φοινικοῦν γοῦν τὸ ἐπὶ τούτου τοῦ χρώματος φαίνεται ἢ ἁλουργόν, εἰ εἴη τοιαῦτα παρακείμενα χρώματα ὡς διαπεμπομένων τῶν χρωμάτων διὰ τοῦ ἀέρος, ἀλλ᾿ οὐχὶ ὁρωμένων ἐκεῖ.

ἔτι δὲ τῶν χρωμάτων τὰ μὲν ἀμυδρότερα ἧττον, τὰ δὲ λαμπρότερα μᾶλλον καὶ σφοδρότερον κινεῖ τὴν ὄψιν.

ἔτι δὲ καὶ παρὰ τὰς διαφόρους αὐγὰς καὶ παρὰ τὸ διάφορον φῶς καὶ παρὰ τὰς θέσεις τὰς πρὸς τοὺς ὁρῶντάς τε καὶ τὸ φῶς ἀλλοῖα τὰ ὁρώμενα φαίνεται.

ἀλλὰ καὶ ταὐτὸν χρῶμα ἐγγύθεν τε καὶ πόρρωθεν φαινόμενον διάφορον φαίνεται·