De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὕτως δὲ οὐδὲ ἡ σελήνη, [*](153r) εἰ καὶ φωτίζεται ὑπὸ τοῦ ἡλίου, πάσχειν ἂν λέγοιτο.

ὡς γὰρ τὸ ἐπισκιαζόμενον οὐ πάσχει, οὕτως οὐδὲ τὸ φωτιζόμενον.

τὸ δὲ ἀπελθόντων τῶν ὁρωμένων ἔτι τινὰ δοκεῖν καταλείπεσθαι τῶν χρωμάτων ἐν τοῖς ὀφθαλμοῖς τοῖς ἰδοῦσιν οὐκ ἔστιν σημεῖον ἀλλοιώσεως.

τοῦτο γὰρ οὐχ ᾗ διαφανὲς πάσχει, ἀλλ᾿ ἔμψυχόν τε καὶ φαντασιοῦσθαι δυνάμενον.

διὰ γὰρ τοῦτο δύναται φυλάττειν μέχρι τινὸς τὰς γενομένας κινήσεις ἔτι ἀπὸ τῶν ἔξωθεν ἐν τοῖς αἰσθητηρίοις.

καὶ γὰρ καὶ ἐν ὑστέρῳ χρόνῳ πρὸ ὀμμάτων τίθεσθαι τὰ ἔμψυχα δυνατά ἐστιν τὰ γενόμενα αὐτοῖς φαντάσματα.

τὰ γοῦν κάτοπτρα καίτοι λεῖα ὄντα καὶ διαυγῆ οὐδὲν ἐν αὑτοῖς φυλάττει τῶν ἐμφαινομένων χρωμάτων ἤτοι τοῦ φωτὸς ἀπελθόντος ἢ τῶν φωτιζόντων ἢ τῶν ὁρατῶν, ὅτι μήτε πάσχει μήτε ἐστὶν ἔμψυχα.

ὅτι δὲ ἡ ὄψις καὶ ἡ κόρη, διαφανὴς οὖσα, ὡς ὑπὸ τοῦ φωτὸς διατίθεται, οὕτως δὲ καὶ ὑπὸ τῶν χρωμάτων κινητικῶν ὄντων τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς καὶ πεφωτισμένου ἐπ᾿ εὐθείας, καὶ τὸ ὁρᾶν οὕτως γίνεται, ἀλλ᾿ οὐ πρὸς τῷ ὁρωμένῳ ἐκπεμπομένου τινὸς ἀπὸ τῆς ὄψεως, σημεῖον τὸ καὶ ὑπὸ τῶν πάνυ λαμπρῶν δάκνεσθαι τῶν ὁρώντων τοὺς ὀφθαλμούς, ὥσπερ γε καὶ τὰς ἀκοὰς ὑπὸ τῶν μεγάλων ψόφων.