De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Δοκεῖ τοίνυν Ἀριστοτέλει, ὥσπερ καὶ αἱ ἄλλαι αἰσθήσεις πασχόντων γίνονται τῶν αἰσθητηρίων, οὕτως δὲ καὶ τὸ ὁρᾶν πασχούσης τῆς ὄψεως γίνεσθαι, ἀλλ’ οὐχὶ ἐκπεμπούσης τι καὶ ποιούσης, εἰ μὴ καὶ τὸ πάσχειν ποιεῖν τις λέγοι.

πάσχει δὲ οὐκ ἀπορρέοντά τινα ἀπὸ τῶν ὁρατῶν δεχομένη, ἀλλὰ τοῦ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανοῦς ἀλλοιουμενου πως ὑπὸ τοῦ ὁρατοῦ καὶ τὸ εἶδος τὸ ἀπὸ τοῦ ὁρατοῦ τῇ ὄψει διαγγέλλοντος.

πᾶν γὰρ τὸ διαφανές, ὅταν ἢ κατ᾿ ἐνέργειαν τοιοῦτον, τουτέστιν, [*](1 δάδας Va 2 παχύτερος] χ in lit. V 4 εἰ supra lin. V χωρισθείσης] cf. 156r11 7 μετεβήσεται V 11 παρισωθῆ Ka 13 κοτυλῶν] post ο una lit. er. V ἰσοθεὶς a 14 ἔτι om. Ka ἡμίσει VK: ἤμισυ a 21 αυτὰ V: αὐτοὺς Ka 25 αὕτη ταύτης Ka 26—27 οὕτως usque ad ποιεῖν om. Ka 28 μεμέθη V ex. Vict.: μεγέθει Ka 29 ἀριστοτέλην aut solet 34 τε om. a)

142
ὅταν ᾖ πεφωτισμένον (τὸ γὰρ φῶς ἐστιν ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές), τὸ δὴ κατ᾿ ἐνέργειαν διαφανὲς τρέπεταί πως καὶ πάσχει πρὸς τῶν χρωμάτων τὸν αὐτὸν τρόπον, ὅνπερ καὶ τὸ κατὰ δύναμιν διαφανὲς τῇ τοῦ φωτίζειν πεφυκότος παρουσίᾳ τρεπόμενον φωτίζεται.

ἔστι δὲ τὸ φωτίζειν πεφυκὸς τό τε τῶν ἄστρων σῶμα καὶ τὸ πῦρ καὶ εἴ τις τοιαύτη ἐστὶν ἐν διαφέρουσιν σώμασιν κοινὴ φύσις ἡ τοῦτο δυναμένη.

ἡ γὰρ τούτων παρουσία ἐν τῷ διαφανεῖ φῶς, καὶ τοῦτό ἐστι τὸ κατ’ ἐνέργειαν διαφανές.

τότε γὰρ τὴν αὑτοῦ τελειότητα τὸ διαφανὲς ἴσχει, λέγω δὲ τὸ δυνάμει διαφανές, ἐπειδὰν ᾖ πεφωτισμένον, καὶ ἔστι κυρίως διαφανὲς τὸ πεφωτισμένον.

ὡς οὖν ἡ τῶν φωτίζειν πεφυκότων παρουσία ποιεῖ τὸ διαφανὲς δυνάμει κατ᾿ ἐνέργειαν διαφανές, οὕτως πάλιν τὸ κατ᾿ ἐνέργειαν διαφανὲς τὸ χρῶμα τῶν ὁρωμένων ὡς δεύτερόν τι φῶς τῇ παρουσίᾳ αὐτῶν λαμβάνει δευτέραν τινὰ ταύτην ἐνέργειαν δεχόμενον·

ἔστι γὰρ τὸ χρῶμα τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς κινητικόν, ὡς τὸ φῶς τοῦ κατὰ δύναμιν, παντὸς ἀθρόως τοῦ δυναμένου ἀπὸ τῆς τοιᾶσδε τοῦ χρώματος παρουσίας τραπῆναι τρεπομένου τε καὶ χρωματιζομένου τρόπον τινά.